Stari zavet
Govore: ako ko pusti ženu svoju, i ona otišavši od njega uda se za drugoga, hoće li se onaj vratiti k njoj? Ne bi li se sasvijem oskvrnila ona zemlja? A ti si se kurvala s mnogim milosnicima; ali opet vrati se k meni, veli Gospod.
ΕΑΝ ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ καὶ γένηται ἀνδρί ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος.
Podigni oči svoje k visinama, i pogledaj gdje se nijesi kurvala; na putovima si sjedjela čekajući ih kao Arapin u pustinji, i oskvrnila si zemlju kurvarstvom svojim i zloćom svojom.
ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν καὶ ἰδέ· πῶς οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.
Zato se ustaviše daždi, i ne bi poznoga dažda; ali u tebe bješe čelo žene kurve, i ne htje se stidjeti.
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
Hoćeš li otsele vikati k meni: oče moj, ti si vođ mladosti moje?
οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;
Hoće li se srditi jednako? hoće li se gnjeviti dovijeka? Eto, govoriš, a činiš zlo koliko god možeš.
μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.
Još mi reče Gospod za vremena cara Josije: jesi li vidio što učini odmetnica, Izrailj? kako odlazi na svako visoko brdo i pod svako zeleno drvo, i kurva se ondje.
Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.
I pošto učini sve to, rekoh: vrati se k meni; ali se ne vrati; i to vidje nevjernica, sestra njezina, Juda.
καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα.
I svidje mi se za sve to što učini preljubu odmetnica Izrailj da je pustim i dam joj knjigu raspusnu; ali se ne poboja nevjernica sestra joj Juda, nego otide, te se i ona prokurva.
καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήφθη, ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή.
I sramotnijem kurvanjem svojim oskvrni zemlju, jer činjaše preljubu s kamenom i s drvetom.
καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον.
I kod svega toga ne vrati se k meni nevjernica sestra joj Juda svijem srcem svojim, nego lažno, govori Gospod.
καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ' ἐπὶ ψεύδει.
Zato mi reče Gospod: odmetnica Izrailj opravda se više nego nevjernica Juda.
καὶ εἶπε Κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.
Idi i viči ove riječi k sjeveru, i reci: vrati se, odmetnice Izrailju, veli Gospod, i neću pustiti da padne gnjev moj na vas, jer sam milostiv, veli Gospod, neću se gnjeviti dovijeka.
πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
Samo poznaj bezakonje svoje, da si se odmetnula Gospodu Bogu svojemu, ti si tumarala k tuđima pod svako drvo zeleno, i nijeste slušali glasa mojega, veli Gospod.
πλήν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.
Obratite se, sinovi odmetnici, veli Gospod, jer sam ja muž vaš, i uzeću vas, jednoga iz grada i dva iz porodice, i odvešću vas u Sion.
ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν
I daću vam pastire po srcu svojemu, koji će vas pasti znanjem i razumom.
καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης.
I kad se umnožite i narodite u zemlji, onda se, veli Gospod, neće više govoriti: kovčeg zavjeta Gospodnjega; niti će im dolaziti na um niti će ga pominjati, niti će hoditi k njemu, niti će ga više opravljati.
καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι· κιβωτὸς διαθήκης ἁγίου Ἰσραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.
U to će se vrijeme Jerusalim zvati prijesto Gospodnji, i svi će se narodi sabrati u nj, k imenu Gospodnjemu u Jerusalimu, i neće više ići po misli srca svojega zloga.
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ Θρόνον Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
U to će vrijeme dom Judin ići s domom Izrailjevijem, i doći će zajedno iz zemlje sjeverne u zemlju koju dadoh u našljedstvo ocima vašim.
ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.
Ali ja rekoh: kako bih te postavio među sinove i dao ti zemlju željenu, krasno našljedstvo mnoštva naroda? I rekoh: ti ćeš me zvati: oče moj; i nećeš se odvratiti od mene.
καὶ ἐγὼ εἶπα· γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν. καὶ εἶπα· πατέρα καλέσετέ με καὶ ἀπ' ἐμοῦ οὐκ ἀποστραφήσεσθε.
Doista kao što žena iznevjeri druga svojega, tako iznevjeriste mene, dome Izrailjev, veli Gospod.
πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει Κύριος.
Glas po visokim mjestima neka se čuje, plač, molbe sinova Izrailjevijeh, jer prevratiše put svoj, zaboraviše Gospoda Boga svojega.
φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν.
Vratite se, sinovi odmetnici, i iscijeliću odmete vaše. Evo, mi idemo k tebi, jer si ti Gospod Bog naš.
ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
Doista, zaludu su humovi, mnoštvo gora; doista, u Gospodu je Bogu našem spasenje Izrailjevo.
ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ.
Jer ta sramota proždrije trud otaca naših od djetinjstva našega, ovce njihove i goveda njihova, sinove njihove i kćeri njihove.
ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.
Ležimo u sramoti svojoj, i pokriva nas rug naš; jer Gospodu Bogu svojemu griješismo mi i oci naši od djetinjstva svojega do danas, i ne slušasmo glasa Gospoda Boga svojega.
ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.