Stari zavet
Ovako govori Gospod: siđi u dom cara Judina, i reci ondje ovu riječ,
ΤΑΔΕ λέγει Κύριος· πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
I kaži: slušaj riječ Gospodnju, care Judin, koji sjediš na prijestolu Davidovu, ti i sluge tvoje i narod tvoj, koji ulazite na ova vrata.
καὶ ἐρεῖς· ἄκουε λόγον Κυρίου, βασιλεῦ Ἰούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυίδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις·
Ovako veli Gospod: činite sud i pravdu, i kome se otima izbavljajte ga iz ruku nasilnikovijeh, i ne činite krivo inostrancu ni siroti ni udovici, i ne činite im sile, i krvi prave ne proljevajte na ovom mjestu.
τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
Jer ako doista uzradite ovo, ulaziće na vrata ovoga doma carevi, koji sjede mjesto Davida na prijestolu njegovu, na kolima i na konjma, oni i sluge njihove i narod njihov.
διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν·
Ako li ne poslušate ovijeh riječi, zaklinjem se sobom, veli Gospod, da će opustjeti taj dom.
ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.
Jer ovako veli Gospod za dom cara Judina: ti si mi Galad i vrh Livanski, ali ću te obratiti u pustinju, u gradove u kojima se ne živi.
ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα· Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·
I spremiću na tebe zatirače, svakoga s oružjem, i posjeći će tvoje krasne kedre i pobacati ih u oganj.
καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.
I mnogi će narodi prolaziti mimo taj grad, i govoriće jedan drugome: zašto učini ovo Gospod od toga grada velikoga?
καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;
I reći će: jer ostaviše zavjet Gospoda Boga svojega i klanjaše se drugim bogovima i služiše im.
καὶ ἐροῦσιν· ἀνθ' ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.
Ne plačite za mrtvijem niti ga žalite; nego plačite za onijem koji odlazi, jer se neće više vratiti niti će vidjeti svoje postojbine.
Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.
Jer ovako govori Gospod o Salumu sinu Josije cara Judina, koji carovaše mjesto Josije oca svojega, koji otide iz ovoga mjesta: neće se više vratiti.
διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,
Nego će umrijeti u mjestu kuda ga odvedoše u ropstvo, i neće više vidjeti ove zemlje.
ἀλλ' ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.
Teško onomu koji gradi svoju kuću ne po pravdi, i klijeti svoje ne po pravici, koji se služi bližnjim svojim ni za što i plate za trud njegov ne daje mu;
Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
Koji govori: sagradiću sebi veliku kuću i prostrane klijeti; i razvaljuje sebi prozore, i oblaže kedrom i maže crvenilom.
ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ριπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.
Hoćeš li carovati kad se miješaš s kedrom? Otac tvoj nije li jeo i pio? kad činjaše sud i pravdu, tada mu bijaše dobro.
μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.
Davaše pravicu siromahu i ubogome, i bijaše mu dobro; nije li to poznavati me? govori Gospod.
οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;
Ali oči tvoje i srce tvoje idu samo za tvojim dobitkom i da proljevaš krv pravu i da činiš nasilje i krivdu.
ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.
Zato ovako veli Gospod za Joakima sina Josije cara Judina: neće naricati za njim: jaoh brate moj! ili: jaoh sestro! neće naricati za njim: jaoh gospodaru! ili: jaoh slavo njegova!
διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν· ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι Κύριε.
Pogrebom magarećim pogrepšće se, izvući će se i baciće se iza vrata Jerusalimskih.
ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ριφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ.
Izidi na Livan i viči, i na Vasanu pusti glas svoj, i viči preko brodova, jer se satrše svi koji te ljube.
Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
Govorih ti u sreći tvojoj, a ti reče: neću da slušam; to je put tvoj od djetinjstva tvojega da ne slušaš glasa mojega.
ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.
Sve će pastire tvoje odnijeti vjetar, i koji te ljubi otići će u ropstvo; tada ćeš se posramiti i postidjeti za svu zloću svoju.
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
Ti sjediš na Livanu, gnijezdo viješ na kedrima, kako ćeš biti ljupka, kad ti dođu muke i bolovi kao porodilji!
κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.
Kako sam ja živ, veli Gospod, da bi Honija sin Joakima cara Judina bio prsten pečatni na desnoj ruci mojoj, i odande ću te otrgnuti.
ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε
I daću te u ruke onima koji traže dušu tvoju, i u ruke onima kojih se bojiš, u ruke Navuhodonosoru caru Vavilonskom i u ruke Haldejcima.
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·
I baciću tebe i mater tvoju koja te je rodila u zemlju tuđu, gdje se nijeste rodili, i ondje ćete pomrijeti.
καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε.
A u zemlju u koju ćete željeti da se vratite, nećete se vratiti u nju.
εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.
Je li taj čovjek Honija ništav idol izlomljen? je li sud u kom nema miline? zašto biše istjerani, on i sjeme njegovo, i bačeni u zemlju, koje ne poznaju?
ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει.
O zemljo, zemljo, zemljo! čuj riječ Gospodnju.
γῆ γῆ ἀκουε λόγον Κυρίου·
Ovako veli Gospod: zapišite da će taj čovjek biti bez djece i da neće biti srećan do svoga vijeka; i niko neće biti srećan od sjemena njegova, koji bi sjedio na prijestolu Davidovu i još vladao Judom.
γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.