Stari zavet
Jošte načini oltar kadioni, od drveta sitima načini ga.
ΚΑΙ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων·
Dužina neka mu bude lakat, i širina lakat, četvorouglast da bude, i dva lakta visok; iz njega neka mu izlaze rogovi.
καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος καὶ πήχεως τὸ εὖρος, τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
I pokuj ga čistijem zlatom, ozgo sa strana unaokolo, i rogove njegove; i načini mu vijenac zlatan unaokolo.
καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.
I načini mu po dva biočuga zlatna ispod vijenca na dva ugla njegova s obje strane, i kroz njih ćeš provući poluge da se može nositi.
καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.
A poluge načini od drveta sitima, i okuj ih u zlato.
καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.
I metni ga pred zavjes koji visi pred kovčegom od svjedočanstva prema zaklopcu koji je nad svjedočanstvom, gdje ću se s tobom sastajati.
καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖθεν.
I neka kadi na njemu Aron kadom mirisnim; svako jutro neka kadi kad spremi žiške.
καὶ θυμιάσει ἀπ᾿ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν· τὸ πρωΐ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾿ αὐτοῦ,
I kad zapali Aron žiške uveče, neka kadi; neka bude kad svagdašnji pred Gospodom od koljena do koljena vašega.
καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπ᾿ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν.
Ne prinosite na njemu kada tuđega niti žrtve paljenice niti prinosa; ni naljeva ne ljevajte na njemu.
καὶ οὐκ ἀνοίσεις ἐπ᾿ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾿ αὐτοῦ.
Samo očišćenje neka čini nad rogovima njegovijem Aron jednom u godini; krvlju od žrtve za grijeh u dan očišćenja jednom u godini činiće očišćenja na njemu od koljena do koljena vašega; jer je to svetinja nad svetinjama Gospodu.
καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.
Jošte reče Gospod Mojsiju govoreći:
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Kad staneš brojiti sinove Izrailjeve, između onijeh koji idu u broj svaki neka dade otkup za život svoj Gospodu, kad ih staneš brojiti, da ne bi došlo na njih kako zlo kad ih staneš brojiti.
ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
A neka da svaki koji ide u broj po sikla, po siklu svetom (a taj je sikal dvadeset novčića); po sikla biće prilog Gospodu.
καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ.
Ko god ide u broj, od dvadeset godina i više, neka da prilog Gospodu.
πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ.
Bogati da ne da više a siromah da ne da manje od po sikla, kad daju prilog Gospodu na očišćenje duša vaših.
ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
I uzevši novce za očišćenje od sinova Izrailjevijeh ostavi ih za potrebu u šatoru od sastanka, i biće sinovima Izrailjevijem spomen pred Gospodom za očišćenje duša vaših.
καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
Još reče Gospod Mojsiju govoreći:
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Načini i umivaonicu od mjedi i podnožje joj od mjedi za umivanje; i metni je između šatora od sastanka i oltara, i nalij u nju vode.
ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ,
Da iz nje pere Aron i sinovi njegovi ruke svoje i noge svoje.
καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.
Kad idu u šator od sastanka, neka se umivaju vodom, da ne izginu, ili kad pristupaju k oltaru da služe i da pale žrtvu ognjenu Gospodu.
ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ,
Tada neka peru ruke svoje i noge svoje da ne izginu. To neka im bude uredba vječna Aronu i sjemenu njegovu od koljena do koljena.
νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾿ αὐτόν.
Još reče Gospod Mojsiju govoreći:
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Uzmi mirisa najboljih: smirne najčistije pet stotina sikala i cimeta mirisavoga pola toliko, dvjesta pedeset, i iđirota takođe dvjesta pedeset,
καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
I kasije pet stotina mjerom svetom, i ulja maslinova jedan in.
καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν
I od toga načini ulje za sveto pomazanje, ulje najbolje vještinom apotekarskom; to da bude ulje svetoga pomazanja.
καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται.
I njim pomaži šator od sastanka i kovčeg od svjedočanstva,
καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου
I sto i sve sprave njegove, i svijetnjak i sprave njegove, i oltar kadioni,
καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος
I oltar na kojem se prinosi žrtva paljenica, i sve sprave njegove, i umivaonicu i podnožje njezino.
καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
Tako ćeš ih osvetiti, te će biti svetinja nad svetinjom, i što ih se god dotakne biće sveto.
καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται.
Pomaži i Arona i sinove njegove, i osvetićeš ih da mi budu sveštenici.
καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.
A sinovima Izrailjevijem kaži i reci: ovo neka mi bude ulje svetoga pomazanja od koljena do koljena vašega.
καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
Tijelo čovječije neka se ne maže njim, niti pravite takoga ulja kako je ono; sveto je, neka vam bude sveto.
ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι καὶ ἁγίασμα ἔσται ὑμῖν.
Ako li bi ko načinio tako ulje ili namazao njim drugoga, istrijebiće se iz naroda svojega.
ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾿ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
I reče Gospod Mojsiju: uzmi mirisa, stakte, oniha i halvana mirisavoga, i tamjana čistoga, koliko jednoga toliko drugoga.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται·
I od toga načini kad, sastavljen vještinom apotekarskom, čist i svet.
καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν, ἔργον ἅγιον.
I istucavši ga nasitno, metaćeš ga pred svjedočanstvom u šatoru od sastanka, gdje ću se sastajati s tobom; to neka vam bude svetinja nad svetinjama.
καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν.
A takvoga kada kakav načiniš nemojte sebi praviti; to neka ti je svetinja za Gospoda.
θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ·
Ako li bi ko načinio taki da ga miriše, istrijebiće se iz naroda svojega.
ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.