Izlazak 20

Stari zavet

1

Tada reče Bog sve ove riječi govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων·

0
2

Ja sam Gospod Bog tvoj, koji sam te izveo iz zemlje Misirske, iz doma ropskoga.

ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

0
3

Nemoj imati drugih bogova uza me.

οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

0
4

Ne gradi sebi lika rezana niti kakve slike od onoga što je gore na nebu, ili dolje na zemlji, ili u vodi ispod zemlje.

οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

0
5

Nemoj im se klanjati niti im služiti, jer sam ja Gospod Bog tvoj, Bog revnitelj, koji pohodim grijehe otačke na sinovima do trećega i do četvrtoga koljena, onijeh koji mrze na mene;

οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με

0
6

A činim milost na tisućama onijeh koji me ljube i čuvaju zapovijesti moje.

καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.

0
7

Ne uzimaj uzalud imena Gospoda Boga svojega; jer neće pred Gospodom biti prav ko uzme ime njegovo uzalud.

οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπί ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.

0
8

Sjećaj se dana od odmora da ga svetkuješ.

μνήσθητι τὴν ἡμέρα τῶν σαββάτων ἁγιάζειν αὐτήν.

0
9

Šest dana radi, i svršuj sve poslove svoje.

ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·

0
10

A sedmi je dan odmor Gospodu Bogu tvojemu; tada nemoj raditi nijednoga posla, ni ti, ni sin tvoj, ni kći tvoja, ni sluga tvoj, ni sluškinja tvoja, ni živinče tvoje, ni stranac koji je među vratima tvojim.

τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί.

0
11

Jer je za šest dana stvorio Gospod nebo i zemlju, more i što je god u njima; a u sedmi dan počinu; zato je blagoslovio Gospod dan od odmora i posvetio ga.

ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.

0
12

Poštuj oca svojega i mater svoju, da ti se produlje dani na zemlji, koju ti da Gospod Bog tvoj.

τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.

0
13

Ne ubij.

οὐ μοιχεύσεις.

0
14

Ne čini preljube.

οὐ κλέψεις.

0
15

Ne kradi.

οὐ φονεύσεις.

0
16

Ne svjedoči lažno na bližnjega svojega.

οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.

0
17

Ne poželi kuće bližnjega svojega, ne poželi žene bližnjega svojega, ni sluge njegova, ni sluškinje njegove, ni vola njegova, ni magarca njegova, niti išta što je bližnjega tvojega.

οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σου ἐστί.

0
18

I sav narod vidje grom i munju i trubu gdje trubi i goru gdje se dimi; i narod vidjevši to uzmače se i stade izdaleka,

Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν.

0
19

I rekoše Mojsiju: govori nam ti, i slušaćemo; a neka nam ne govori Bog, da ne pomremo.

καὶ εἶπαν πρὸς Μωυσῆν· λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μὴ ἀποθάνωμεν.

0
20

A Mojsije reče narodu: ne bojte se, jer Bog dođe da vas iskuša i da vam pred očima bude strah njegov da ne biste griješili.

καὶ λέγει αὐτοῖς Μωυσῆς· θαρσεῖτε, ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.

0
21

I narod stajaše izdaleka, a Mojsije pristupi k mraku u kojem bješe Bog.

εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός.

0
22

I Gospod reče Mojsiju: ovako kaži sinovima Izrailjevim: vidjeli ste gdje vam s neba govorih.

εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς·

0
23

Ne gradite uza me bogova srebrnijeh, ni bogova zlatnijeh ne gradite sebi.

οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς.

0
24

Oltar od zemlje načini mi, na kojem ćeš mi prinositi žrtve svoje paljenice i žrtve svoje zahvalne, sitnu i krupnu stoku svoju. Na kojem god mjestu zapovjedim da se spominje ime moje, doći ću k tebi i blagosloviću te.

θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.

0
25

Ako li mi načiniš oltar od kamena, nemoj načiniti od tesanoga kamena; jer ako povučeš po njemu gvožđem, oskvrnićeš ga.

ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾿ αὐτούς, καὶ μεμίανται.

0
26

Nemoj uz basamake ići k oltaru mojemu, da se ne bi otkrila golotinja tvoja kod njega.

οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾿ αὐτοῦ.

0