Stari zavet
A Isus već bijaše star i vremenit. I reče mu Gospod: ti si star i vremenit, a zemlje je ostalo vrlo mnogo da se osvoji.
ΚΑΙ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
Ovo je zemlja što je ostala: sve međe Filistejske i sva Gesurska,
καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος·
Od Siora, koji je pred Misirom, do međe Akaronske na sjever; to pripada Hananejima; pet kneževina Filistejskih, Gazejska, Azotska, Askalonska, Getejska i Akaronska, i Aveji;
ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ Ἀκκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ
S juga sva zemlja Hananejska i Meara, što pripada Sidoncima do Afeka, do međe Amorejske.
ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφέκ, ἕως τῶν ὁρίων τῶν Ἀμορραίων,
I zemlja Givlejska i sav Livan k istoku, od Val-Gada pod gorom Ermonom pa do ulaska Ematskoga;
καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμάθ·
Sve koji žive u toj gori od Livana do vode Misrefota, sve Sidonce ja ću otjerati ispred sinova Izrailjevih; samo je razdijeli ždrijebom Izrailju u našljedstvo, kao što sam ti zapovjedio.
πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην.
Razdijeli dakle tu zemlju u našljedstvo među devet plemena i polovinu plemena Manasijina.
καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
Jer s drugom polovinom pleme Ruvimovo i Gadovo primiše svoj dio, koji im dade Mojsije s onu stranu Jordana k istoku, kako im dade Mojsije sluga Gospodnji,
ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου,
Od Aroira koji je na brijegu potoka Arnona i grada nasred potoka, i svu ravnicu Medevsku do Devona,
ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν,
I sve gradove Siona cara Amorejskoga, koji careva u Esevonu, do međe sinova Amonovijeh,
πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν,
I Galad i među Gesursku i Mahatsku i svu goru Ermonsku i sav Vasan do Salhe;
καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος Ἀερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά,
Sve carstvo Ogovo u Vasanu, koji Og carova u Astarotu i Edrajinu i bješe ostao od Rafaja; a Mojsije ih pobi i istrijebi.
πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε.
Ali Gesureja i Mahateja ne izagnaše sinovi Izrailjevi, nego Gesureji i Mahateji ostaše među Izrailjem do danas.
καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας.
Samo plemenu Levijevu ne dade našljedstva; žrtve ognjene Gospoda Boga Izrailjeva jesu našljedstvo njegovo, kao što mu je rekao.
πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
A dade Mojsije plemenu sinova Ruvimovijeh po porodicama njihovijem,
Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν.
I međe im bjehu od Aroira koji je na brijegu potoka Arnona, i grad koji je na srijedi potoka, i sva ravan do Medeve,
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἀρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως Ἐσεβὼν
Esevon sa svijem gradovima svojim u ravni, Devon i Vamot-Val i Vet-Valmeon,
καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν
I Jasa i Kadimot i Mifat,
καὶ Ἰασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ
I Kirijatajim i Sivma i Zaret-Sar na gori kod doline,
καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει Ἐμὰκ
I Vet-Fegor i Azdot-Fazga i Vet-Jesimot,
καὶ Βαιθφογὸρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ
I svi gradovi u ravni, i sve carstvo Siona cara Amorejskoga, koji carova u Esevonu, kojega ubi Mojsije s knezovima Madijamskim, Evijom i Rekemom i Surom i Urom i Revom, knezovima Sionovijem, koji življahu u onoj zemlji.
καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν.
I Valama sina Veorova vrača ubiše sinovi Izrailjevi mačem s drugima pobijenijem.
καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ.
I bjehu međe sinova Ruvimovijeh Jordan s međama svojim. To je našljedstvo sinova Ruvimovijeh po porodicama njihovijem, gradovi i sela njihova.
ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· Ἰορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
I dade Mojsije plemenu Gadovu, sinovima Gadovijem po porodicama njihovijem,
ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
I bjehu im međe Jazir i svi gradovi Galadski i polovina zemlje sinova Amonovijeh do Aroira koji je prema Ravi,
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά,
I od Esevona do Ramot-Mispe i Vetonima, i od Mahanaima do međe Davirske;
καὶ ἀπὸ Ἐσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ,
I u dolini Vet-Aram i Vet-Nimra i Sokot i Safon; ostatak carstva Siona cara Esevonskoga, Jordan i međa njegova do kraja mora Hinerotskoga s onu stranu Jordana na istok.
καὶ Ἐμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών, καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπ' ἀνατολῶν.
To je našljedstvo sinova Gadovijeh po porodicama njihovijem, gradovi i sela njihova.
αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
I dade Mojsije polovini plemena Manasijina, i dobi polovina plemena sinova Manasijinih po porodicama svojim;
καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν.
Međa im bješe od Mahanaima, sav Vasan, sve carstvo Oga cara Vasanskoga, i sva sela Jairova, što su u Vasanu, šezdeset gradova.
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας Ἰαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις,
I polovina Galada, i Astarot i Edrajin, gradovi carstva Ogova u Vasanu, dopadoše sinovima Mahira sina Manasijina, polovini sinova Mahirovijeh po porodicama njihovijem.
καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν, πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν.
To je što razdijeli u našljedstvo Mojsije u polju Moavskom s onu stranu Jordana prema Jerihonu na istoku.
οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπ' ἀνατολῶν.
A plemenu Levijevu ne dade Mojsije našljedstva; Gospod je Bog Izrailjev njihovo našljedstvo, kao što im je rekao.