Stari zavet
A kad ču Adonisedek car Jerusalimski da je Isus uzeo Gaj i raskopao ga, kao što je učinio s Jerihonom i njegovijem carem, tako da je učinio i s Gajem i njegovijem carem, i da su Gavaonjani učinili mir s Izrailjem i stoje usred njih,
ΩΣ δὲ ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραήλ,
Uplaši se vrlo; jer Gavaon bijaše velik grad kao kakav carski grad, i bijaše veći od Gaja, i svi ljudi u njemu bijahu hrabri.
καὶ ἐφοβήθησαν ἀπ' αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί·
Zato posla Adonisedek car Jerusalimski k Oamu caru Hevronskom i k Piramu caru Jarmutskom i k Jafiji caru Lahiskom i k Daviru caru Jeglonskom, i poruči:
καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα Ἱεριμοὺθ καὶ πρὸς Ἰεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα Ὀδολλὰμ λέγων·
Hodite k meni, i pomozite mi da udarimo na Gavaon, jer učini mir s Isusom i sa sinovima Izrailjevim.
δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
I skupi se i pođe pet careva Amorejskih, car Jerusalimski, car Hevronski, car Jarmutski, car Lahiski, car Jeglonski, oni i sva vojska njihova, i stavši u oko pod Gavaonom počeše ga biti.
καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς Ἱεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.
Tada Gavaonjani poslaše k Isusu u oko u Galgalu i rekoše: nemoj dignuti ruku svojih sa sluga svojih; hodi brzo k nama, izbavi nas i pomozi nam, jer se skupiše na nas svi carevi Amorejski koji žive u gorama.
καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν.
I izide Isus iz Galgala, on i s njim sav narod što bješe za boj, svi junaci.
καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.
I Gospod reče Isusu: ne boj ih se; jer ih dadoh tebi u ruke, nijedan ih se neće održati pred tobom.
καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.
I Isus udari na njih iznenada, išavši cijelu noć od Galgala,
καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπ' αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.
I smete ih Gospod pred Izrailjem, koji ih ljuto pobi kod Gavaona, pa ih potjera putem kako se ide u Vetoron, i sjekoše ih do Azike i do Makide.
καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά.
A kad bježahu ispred Izrailja i bijahu niz vrlet Vetoronsku, baci Gospod na njih kamenje veliko iz neba dori do Azike, te ginjahu: i više ih izgibe od kamenja gradnoga nego što ih pobiše sinovi Izrailjevi mačem.
ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.
Tada progovori Isus Gospodu onaj dan kad Gospod predade Amorejca sinovima Izrailjevijem, i reče pred sinovima Izrailjevijem: stani sunce nad Gavaonom, i mjeseče nad dolinom Elonskom.
Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμορραῖον ὑποχείριον Ἰσραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ, καὶ εἶπεν Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.
I stade sunce i ustavi se mjesec, dokle se ne osveti narod neprijateljima svojim. Ne piše li to u knjizi istinitoga? I stade sunce nasred neba i ne naže k zapadu skoro za cio dan.
καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.
I ne bi takoga dana ni prije ni poslije, da Gospod posluša glas čovječji, jer Gospod vojeva za Izrailja.
καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.
I vrati se Isus i sav Izrailj s njim u oko u Galgal.
A onijeh pet careva utekoše i sakriše se u pećinu kod Makide.
Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά.
I dođe glas Isusu: nađe se pet careva sakrivenijeh u pećini kod Makide.
καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά.
A Isus reče: privalite veliko kamenje na vrata pećini, i namjestite ljude kod nje da ih čuvaju.
καὶ εἶπεν Ἰησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς,
A vi ne stojte, nego gonite neprijatelje svoje i bijte ostatak njihov, ne dajte im da uđu u gradove svoje, jer vam ih dade u ruke Gospod Bog vaš.
ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
A kad Isus i sinovi Izrailjevi prestaše biti ih u boju vrlo velikom, razbivši ih sasvijem, a koji ih ostaše živi, utekoše u tvrde gradove,
καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς,
Vrati se sav narod zdravo u oko k Isusu u Makidu, i niko ne mače jezikom svojim na sinove Izrailjeve, ni na jednoga.
καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰσραὴλ τῇ γλώσσῃ αὐτοῦ.
Tada reče Isus: otvorite vrata od one pećine, i izvedite k meni onijeh pet careva iz pećine.
καὶ εἶπεν Ἰησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
I učiniše tako, i izvedoše k njemu onijeh pet careva iz pećine: cara Jerusalimskoga, cara Hevronskoga, cara Jarmutskoga, cara Lahiskoga, cara Jeglonskoga.
καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα Ἱεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα Ὀδολλάμ.
A kad izvedoše te careve k Isusu, sazva Isus sve ljude Izrailjce, i reče vojvodama od vojske koje bijahu išle s njim: pristupite i stanite nogama svojim na vratove ovijem carevima. I oni pristupiše i stadoše im na vratove nogama svojim.
καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.
A Isus im reče: ne bojte se i ne plašite se; budite slobodni i hrabri, jer će tako učiniti Gospod svijem neprijateljima vašim na koje zavojštite.
καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
Potom ih pobi Isus i pogubi ih, i objesi ih na pet drveta, i ostaše viseći na drvetima do večera.
καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.
A o zahodu sunčanom zapovjedi Isus te ih skidoše s drveta i baciše ih u pećinu, u koju se bijahu sakrili, i metnuše veliko kamenje na vrata pećini, koje osta ondje do danas.
καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
Istoga dana uze Isus i Makidu, i sve u njoj isiječe oštrijem mačem, i cara njezina i njih pobi, sve duše koje bjehu u njoj, ne ostavi nijednoga živa; i učini s carem Makidskim kao što učini s carem Jerihonskim.
Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
Potom otide Isus i sav Izrailj s njim iz Makide u Livnu, i stade biti Livnu.
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά.
Pa i nju predade Gospod u ruke Izrailju i cara njezina; i isiječe sve oštrijem mačem, sve duše koje bijahu u njoj, ne ostavi u njoj nijednoga živa; i učini s carem njezinijem kao što učini s carem Jerihonskim.
καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
Potom otide Isus i sav Izrailj s njim iz Livne na Lahis, i stade u oko pred njim, i stade ga biti.
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.
I Gospod predade Lahis u ruke Izrailju, i on ga uze sjutradan, i isiječe sve oštrijem mačem, sve duše što bijahu u njemu, isto onako kako učini s Livnom.
καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.
Tada dođe Oram car Gezerski u pomoć Lahisu; ali pobi Isus njega i narod njegov da ne osta nijedan živ.
τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
Potom pođe Isus i sav Izrailj s njim iz Lahisa na Jeglon, i stavši u oko prema njemu udariše na nj;
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν.
I uzeše ga isti dan, i isjekoše sve oštrijem mačem; sve duše što bijahu u njemu pobi taj dan isto onako kako učini s Lahisom.
καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς.
Potom se podiže Isus i sav Izrailj s njim iz Jeglona na Hevron, i stadoše ga biti;
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν.
I uzeše ga i isjekoše oštrijem mačem, i cara njegova i sve gradove njegove, sve duše što bijahu u njima; ne ostavi nijednoga živa isto onako kako učini s Jeglonom; zatr ga sa svijem dušama što bijahu u njemu.
καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.
Potom se obrati Isus i sav Izrailj s njim na Davir, i stade ga biti;
καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν
I uze ga i cara njegova i sve gradove njegove, i isjekoše ih oštrijem mačem i zgubiše sve duše što bijahu u njima; ne ostavi nijednoga živa; kao što učini s Hevronom, tako učini s Davirom i carom njegovijem, i kao što učini s Livnom i carem njezinijem.
ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.
Tako pobi Isus svu zemlju, gore i južnu stranu i ravnice i doline, i sve careve njihove; ne ostavi nijednoga živa, nego sve duše žive zgubi, kao što bješe zapovjedio Gospod Bog Izrailjev.
καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ,
I pobi ih Isus od Kadis-Varnije do Gaze, i svu zemlju Gosensku do Gavaona.
ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών,
A sve te careve i zemlju njihovu uze Isus ujedanput; jer Gospod Bog Izrailjev vojevaše za Izrailja.
καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ.
Potom se vrati Isus i sav Izrailj s njim u oko u Galgal.