Isaija 8

Stari zavet

1

I reče mi Gospod: uzmi knjigu veliku i napiši u njoj pismom čovječijim: brz na plijen, hitar na grabež.

ΚΑΙ εἶπε Κύριος πρός με· λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ.

0
2

I uzeh vjerne svjedoke, Uriju sveštenika i Zahariju sina Jeverehijina.

καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.

0
3

Potom pristupih k proročici, i ona zatrudnje i rodi sina. A Gospod mi reče: nadjeni mu ime: brz na plijen, hitar na grabež.

καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε Κύριός μοι· κάλεσον τὸν ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·

0
4

Jer prije nego dijete nauči vikati: oče moj i majko moja, odnijeće se blago Damaštansko i plijen Samarijski pred carem Asirskim.

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

0
5

I još mi reče Gospod govoreći:

καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι·

0
6

Što ovaj narod ne mari za vodu Siloamsku koja teče tiho, i raduje se Resinu i sinu Remalijinu,

διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ρασεὶμ καὶ τὸν υἱὸν Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,

0
7

Zato, evo, Gospod će navesti na njih vodu iz rijeke silnu i veliku, cara Asirskoga i svu slavu njegovu, te će izaći iz svijeh potoka svojih, i teći će povrh svijeh bregova svojih,

διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν

0
8

I navaliće preko Jude, plaviće i razlivaće se i doći do grla, i krila će joj se raširiti preko svekolike zemlje tvoje, Emanuilo!

καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ᾿ ἡμῶν ὁ Θεός.

0
9

Združujte se, narodi, ali ćete se potrti; čujte svi koji ste u daljnoj zemlji: oružajte se, ali ćete se potrti; oružajte se, ali ćete se potrti.

γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.

0
10

Dogovarajte se, dogovor će vam se razbiti: recite riječ, neće biti od nje ništa, jer je s nama Bog.

καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος, καὶ λόγον ὃν ἂν εἴπητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν ὁ Θεός.

0
11

Jer mi ovako reče Gospod uhvativši me za ruku i opomenuvši me da ne idem putem ovoga naroda, govoreći:

Οὕτω λέγει Κύριος· τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες·

0
12

Ne govorite buna, kad god ovaj narod kaže buna, i ne bojte se čega se on boji, i ne plašite se.

μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδ᾿ οὐ μὴ ταραχθῆτε·

0
13

Gospoda nad vojskama svetite; i on neka vam je strah i bojazan.

Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.

0
14

I biće vam svetinja, a kamen za spoticanje i stijena za sablazan objema domovima Izrailjevijem, zamka i mreža stanovnicima Jerusalimskim.

καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ.

0
15

I spotaknuće se mnogi i pašće i satrće se, zaplešće se i uhvatiće se.

διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ.

0
16

Sveži svjedočanstvo, zapečati zakon mojim učenicima.

Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.

0
17

Čekaću dakle Gospoda, koji je sakrio lice svoje od doma Jakovljeva, i uzdaću se u nj.

καὶ ἐρεῖ· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπόν αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ.

0
18

Evo ja i djeca koju mi je dao Gospod jesmo znak i čudo Izrailju od Gospoda nad vojskama, koji nastava na gori Sionu.

ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.

0
19

I ako vam reku: pitajte vrače i gatare, koji šapću i mrmljaju; recite: ne treba li narod da pita Boga svojega? ili će pitati mrtve mjesto živijeh?

καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;

0
20

Zakon i svjedočanstvo tražite. Ako li ko ne govori tako, njemu nema zore.

νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.

0
21

I hodiće po zemlji potucajući se i gladujući; i kad bude gladan, ljutiće se i psovati cara svojega i Boga svojega gore.

καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω,

0
22

A kad pogleda na zemlju, a to nevolja i mrak i teška muka, i on zagnan u tamu.

καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.

0