Isaija 58

Stari zavet

1

Viči iz grla, ne usteži se, podigni glas svoj kao truba, i objavi narodu mojemu bezakonja njegova i domu Jakovljevu grijehe njihove,

ΑΝΑΒΟΗΣΟΝ ἐν ἰσχύϊ καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.

0
2

Premda me svaki dan traže i radi su znati putove moje, kao narod koji tvori pravdu i ne ostavlja suda Boga svojega; ištu od mene sudove pravedne, žele približiti se k Bogu.

ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι

0
3

Zašto postismo, vele, a ti ne pogleda, mučismo duše svoje, a ti ne htje znati? Gle, kad postite, činite svoju volju i izgonite sve što vam je ko dužan.

λέγοντες· τί ὅτι ἐνησταύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

0
4

Eto postite da se prete i svađate i da bijete pesnicom bezbožno. Nemojte postiti tako kao danas, da bi se čuo gore glas vaš.

εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἱνατί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;

0
5

Taki li je post koji izabrah da čovjek muči dušu svoju jedan dan? da savija glavu svoju kao sita i da stere poda se kostrijet i pepeo? To li ćeš zvati post i dan ugodan Gospodu?

οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτω καλέσετε νηστείαν δεκτήν.

0
6

A nije li ovo post što izabrah: da razvežeš sveze bezbožnosti, da razdriješiš remenje od bremena, da otpustiš potlačene, i da izlomite svaki jaram?

οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα·

0
7

Nije li da prelamaš hljeb svoj gladnome, i siromahe prognane da uvedeš u kuću? kad vidiš gola, da ga odjeneš, i da se ne kriješ od svoga tijela?

διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.

0
8

Tada će sinuti vidjelo tvoje kao zora, i zdravlje će tvoje brzo procvasti, i pred tobom će ići pravda tvoja, slava Gospodnja biće ti zadnja straža.

τότε ραγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.

0
9

Tada ćeš prizivati, i Gospod će te čuti: vikaćeš, i reći će: evo me. Ako izbaciš između sebe jaram i prestaneš pružati prst i govoriti zlo;

τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ρῆμα γογγυσμοῦ

0
10

I ako otvoriš dušu svoju gladnome, i nasitiš dušu nevoljnu; tada će zasjati u mraku vidjelo tvoje i tama će tvoja biti kao podne.

καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία.

0
11

Jer će te Gospod voditi vazda, i sitiće dušu tvoju na suši, i kosti tvoje krijepiće, i bićeš kao vrt zaliven i kao izvor kojemu voda ne presiše.

καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεῶν.

0
12

I tvoji će sazidati stare pustoline, i podignućeš temelje koji će stajati od koljena do koljena, i prozvaćeš se: koji sazida razvaline i opravi putove za naselje.

καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀναμέσον παύσεις.

0
13

Ako odvratiš nogu svoju od subote da ne činiš što je tebi drago na moj sveti dan, i ako prozoveš subotu milinom, sveti dan Gospodnji slavnijem, i budeš ga slavio ne idući svojim putovima i ne čineći što je tebi drago, ni govoreći riječi,

ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ Θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

0
14

Tada ćeš se veseliti u Gospodu, i izvešću te na visine zemaljske, i daću ti da jedeš našljedstvo Jakova oca svojega; jer usta Gospodnja rekoše.

καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

0