Isaija 49

Stari zavet

1

Poslušajte me, ostrva, i pazite, narodi daljni. Gospod me pozva od utrobe; od utrobe matere moje pomenu ime moje.

ΑΚΟΥΣΑΤΕ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου

0
2

I učinio je usta moja da su kao oštar mač, u sjenu ruke svoje sakri me; učinio me je sjajnom strijelom, i u tulu svojem sakri me.

καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.

0
3

I reče mi: ti si sluga moj, u Izrailju ću se tobom proslaviti.

καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.

0
4

A ja rekoh: uzalud se trudih, uzalud i naprazno potroših silu svoju; ali opet sud je moj u Gospoda i posao moj u Boga mojega.

καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.

0
5

A sada govori Gospod, koji me je sazdao od utrobe materine da sam mu sluga, da mu dovedem natrag Jakova; ako se Izrailj i ne sabere, opet ću se proslaviti pred Gospodom, i Bog će moj biti sila moja.

καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραὴλ   συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχὺς

0
6

I reče mi: malo je da mi budeš sluga da se podigne pleme Jakovljevo i da se vrati ostatak Izrailjev, nego te učinih vidjelom narodima da budeš moje spasenje do krajeva zemaljskih.

καὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

0
7

Ovako veli Gospod, izbavitelj Izrailjev, svetac njegov, onome kojega preziru, na koga se gadi narod, sluzi onijeh koji gospodare: carevi će vidjeti i ustati, i knezovi će se pokloniti radi Gospoda, koji je vjeran, radi sveca Izrailjeva, koji te je izabrao.

Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, καὶ ἐξελεξάμην σε.

0
8

Ovako veli Gospod: u vrijeme milosno usliših te, i u dan spasenja pomogoh ti; i čuvaću te i daću te da budeš zavjet narodu da utvrdiš zemlju i naslijediš opustjelo našljedstvo;

οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,

0
9

Da kažeš sužnjima: izidite; onima koji su u mraku: pokažite se. Oni će pokraj putova pasti, i paša će im biti po svijem visokim mjestima.

λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·

0
10

Neće biti gladni ni žedni, neće ih biti vrućina ni sunce; jer kome ih je žao, on će ih voditi, i pokraj izvora vodenijeh provodiće ih.

οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·

0
11

I sve gore svoje obratiću u putove, i staze će moje biti povišene.

καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.

0
12

Gle, ovi će iz daleka doći, gle, i oni od sjevera i od zapada, i oni iz zemlje Sinske.

ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.

0
13

Pjevajte, nebesa, i veseli se, zemljo, podvikujte, gore, veselo; jer Gospod utješi svoj narod, i na nevoljnike svoje smilova se.

εὐφραίνεσθαι, οὐρανοί, καὶ ἀγαλλιάσθω, ἡ γῆ, ρηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.

0
14

Ali Sion reče: ostavi me Gospod, i zaboravi me Gospod.

Εἶπε δὲ Σιών· ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου.

0
15

Može li žena zaboraviti porod svoj da se ne smiluje na čedo utrobe svoje? A da bi ga i zaboravila, ja neću zaboraviti tebe.

μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.

0
16

Gle, na dlanovima sam te izrezao; zidovi su tvoji jednako preda mnom.

ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός·

0
17

Pohitjeće sinovi tvoji, a koji te raskopavaše i pustošiše, otići će od tebe.

καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾿ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.

0
18

Podigni oči svoje unaokolo, i vidi: svi se oni skupljaju i idu k tebi. Tako bio ja živ, veli Gospod, svjema njima kao nakitom zaodjenućeš se, i uresićeš se njima kao nevjesta.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρός σε· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.

0
19

Jer razvaline tvoje i pustoline i potrvena zemlja tvoja biće tada tijesna za stanovnike kad se udalje oni koji te proždiraše.

ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

0
20

I djeca koju ćeš imati, pošto si bila bez djece, reći će da čuješ: tijesno mi je ovo mjesto, pomakni se da se mogu nastaniti.

ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω.

0
21

A ti ćeš reći u srcu svom: ko mi ih rodi, jer bijah sirota i inokosna, zarobljena i prognana? i ko ih othrani? eto, ja bijah ostala sama, a gdje oni bijahu?

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

0
22

Ovako veli Gospod Gospod: evo, podignuću ruku svoju k narodima, i k plemenima ću podignuti zastavu svoju, i donijeće sinove tvoje u naručju, i kćeri tvoje na ramenima će se nositi.

Οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾿ ὤμων ἀροῦσι,

0
23

I carevi će biti hranitelji tvoji i carice njihove tvoje dojkinje, i klanjaće ti se licem do zemlje, i prah s nogu tvojih lizaće, i poznaćeš da sam ja Gospod, i da se neće osramotiti oni koji mene čekaju.

καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.

0
24

Hoće li se junaku uzeti plijen i hoće li se oteti roblje pravednomu?

μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

0
25

Jer ovako govori Gospod: i roblje junaku uzeće se i plijen jakomu oteće se, jer ću se ja preti s onima koji se s tobom pru, i sinove tvoje ja ću izbaviti;

οὕτως λέγει Κύριος· ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ρύσομαι·

0
26

I koji ti krivo čine, nahraniću ih njihovijem mesom i opiće se svojom krvlju kao novijem vinom; i poznaće svako tijelo da sam ja Gospod spasitelj tvoj i izbavitelj tvoj, jaki Bog Jakovljev.

καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σάρξ ὅτι ἐγὼ Κύριος ὁ ρυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

0