Isaija 47

Stari zavet

1

Siđi i sjedi u prah, djevojko, kćeri Vavilonska; sjedi na zemlju, nema prijestola, kćeri Haldejska; jer se nećeš više zvati nježna i ljupka.

ΚΑΤΑΒΗΘΙ, κάθισον ἐπὶ τὴν γῆν, παρθένος, θυγάτηρ Βαβυλῶνος, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.

0
2

Uzmi žrvnje, i melji brašno, otkrij kosu svoju, izuj se, zagali golijeni, idi preko rijeka.

λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς·

0
3

Otkriće se golotinja tvoja, i vidjeće se sramota tvoja; osvetiću se, i niko mi neće smetati.

ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.

0
4

Ime je izbavitelju našemu Gospod nad vojskama, svetac Izrailjev.

εἶπεν ὁ ρυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ·

0
5

Sjedi mučeći, i uđi u tamu, kćeri Haldejska; jer se nećeš više zvati gospođa carstvima.

κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

0
6

Razgnjevih se na narod svoj, oskvrnih našljedstvo svoje i predadoh ga tebi u ruke; a ti im ne pokaza milosti; na starce si metala preteški jaram svoj;

παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα.

0
7

I govorila si: dovijeka ću biti gospođa; ali nikad nijesi to uzimala na um, niti si pomišljala šta će biti na pošljedak.

καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα.

0
8

Sada dakle čuj ovo, koja živiš u slastima i bez brige sjediš i govoriš u srcu svom: ja sam, i nema druge osim mene, neću biti udovica niti ću osirotjeti.

νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν.

0
9

To će ti oboje doći ujedanput, u isti dan, da osirotiš i obudoviš, doći će ti potpuno, radi mnoštva čini tvojih i radi velike sile čaranja tvoga.

νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐξαίφνης ἐν ἡμέρᾳ μιᾶ· ἀτεκνία καὶ χηρεία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα,

0
10

Jer si se pouzdala u zloću svoju govoreći: niko me ne vidi. Mudrost tvoja i znanje tvoje prevariše te, te si govorila u srcu svom: ja sam, i osim mene nema druge.

τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἶπας· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι, ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

0
11

Zato će doći na te zlo, a nećeš znati odakle izlazi, i popašće te nevolja, da je nećeš moći odbiti, i doći će na te ujedanput pogibao, za koju nećeš znati.

καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξ ἀπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.

0
12

Stani sada s vračanjem svojim i s mnoštvom čini svojih, oko kojih si se trudila od mladosti svoje, ne bi li se pomogla, ne bi li se okrijepila.

στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι.

0
13

Umorila si se od mnoštva namjera svojih; neka stanu sada zvjezdari, koji gledaju zvijezde, koji proriču svakoga mjeseca, i neka te sačuvaju od onoga što će doći na te.

κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.

0
14

Gle, oni su kao pljeva, oganj će ih spaliti, ni sami sebe neće izbaviti iz plamena; neće ostati uglja da se ko ogrije, ni ognja da bi se posjedjelo kod njega.

ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαυθήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ᾿ αὐτούς.

0
15

Taki će biti oni s kojima si se trudila i s kojima si trgovala od mladosti svoje, razbjeći će se svaki na svoju stranu; neće biti nikoga da te izbavi.

οὗτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ᾿ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

0