Isaija 38

Stari zavet

1

U to vrijeme razbolje se Jezekija na smrt; i dođe k njemu prorok Isaija sin Amosov i reče mu: ovako veli Gospod: naredi za kuću svoju, jer ćeš umrijeti i nećeš ostati živ.

ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.

0
2

A Jezekija se okrete licem k zidu, i pomoli se Gospodu,

καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς Κύριον

0
3

I reče: oh, Gospode, opomeni se da sam jednako hodio pred tobom vjerno i s cijelijem srcem, i tvorio što je tebi ugodno. I plaka Jezekija veoma.

λέγων· μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.

0
4

Tada dođe riječ Gospodnja Isaiji govoreći:

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέγων·

0
5

Idi i reci Jezekiji: ovako veli Gospod Bog Davida oca tvojega: čuo sam molitvu tvoju, i vidio sam suze tvoje, evo dodaću ti vijeku petnaest godina.

πορεύθητι καὶ εἰπὸν Ἐζεκίᾳ· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη·

0
6

I izbaviću tebe i ovaj grad iz ruku cara Asirskoga, i braniću ovaj grad.

καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ρύσομαί σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.

0
7

I ovo neka ti bude znak od Gospoda da će učiniti Gospod što je rekao.

τοῦτο δὲ σοὶ τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ Θεὸς τὸ ρῆμα τοῦτο·

0
8

Evo ja ću vratiti sjen po koljencima po kojima je sišao na sunčaniku Ahazovu natrag za deset koljenaca. I vrati se sunce za deset koljenaca po koljencima po kojima bijaše sišlo.

ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.

0
9

Ovo napisa Jezekija car Judin kad se razbolje, i ozdravi od bolesti svoje:

Προσευχὴ Ἐζεκίου βασιλέως τῆς Ἰουδαίας, ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

0
10

Ja rekoh, kad se presjekoše dani moji: idem k vratima grobnijem, uze mi se ostatak godina mojih.

Ἐγὼ εἶπα· ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.

0
11

Rekoh: neću vidjeti Gospoda Gospoda u zemlji živijeh, neću više vidjeti čovjeka među onima koji stanuju na svijetu.

εἶπα· οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.

0
12

Vijek moj prođe i prenese se od mene kao šator pastirski; presjekoh život svoj kao tkač, otsjeći će me od osnutka; od jutra do večera učinićeš mi kraj.

ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾿ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

0
13

Mišljah za jutra da će kao lav potrti sve kosti moje; od jutra do večera učinićeš mi kraj.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωΐ ὡς λέοντι· οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου, ἀπὸ γὰρ τῆς ἡμέρα ἕως τῆς νυκτὸς παρεδόθην.

0
14

Pištah kao ždrao i kao lastavica, ukah kao golubica, oči mi iščilješe gledajući gore: Gospode, u nevolji sam, oblakšaj mi.

ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

0
15

Šta da rečem? On mi kaza, i učini. Proživjeću sve godine svoje po jadu duše svoje.

0
16

Gospode, o tom se živi i u tom je svemu život duha mojega, iscijelio si me i sačuvao u životu.

Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

0
17

Evo, na mir dođe mi ljut jad; ali tebi bi milo da izvučeš dušu moju iz jame pogibli, jer si bacio za leđa svoja sve grijehe moje.

εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.

0
18

Jer neće grob tebe slaviti, neće te smrt hvaliti, i koji siđu u grob ne nadaju se tvojoj istini.

οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

0
19

Živi, živi, oni će te slaviti kao ja danas: otac će sinovima javljati istinu tvoju.

οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου,

0
20

Gospod me spase, zato ćemo pjevati pjesme moje u domu Gospodnjem dok smo god živi.

Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.

0
21

A Isaija bješe rekao da uzmu grudu suhih smokava i priviju na otok, te će ozdraviti.

Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· λάβε παλάθην ἐκ σύκων καὶ τρίψων καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.

0
22

I Jezekija bješe rekao: šta će biti znak da ću otići u dom Gospodnji?

0