Isaija 36

Stari zavet

1

Četrnaeste godine carovanja Jezekijina podiže se Senahirim car Asirski na sve tvrde gradove Judine, i uze ih.

ΚΑΙ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς.

0
2

I posla car Asirski Ravsaka iz Lahisa u Jerusalim k caru Jezekiji s velikom vojskom; i on stade kod jaza gornjega jezera na putu kod polja bjeljareva.

καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

0
3

Tada izide k njemu Elijakim sin Helkijin, koji bijaše nad dvorom, i Somna pisar i Joah sin Asafov pametar.

καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.

0
4

I reče im Ravsak: kažite Jezekiji: ovako kaže veliki car, car Asirski: kakva je to uzdanica u koju se uzdaš?

καὶ εἶπεν αὐτοῖς Ραψάκης· εἴπατε Ἐζεκίᾳ· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων· τί πεποιθὼς εἶ;

0
5

Da rečem, ali su prazne riječi, da imaš svjeta i sile za rat. U što se dakle uzdaš, te si se odmetnuo od mene?

μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι;

0
6

Gle, uzdaš se u štap od trske slomljene, u Misir, na koji ako se ko nasloni, ući će mu u ruku i probošće je; taki je Faraon car Misirski svjema koji se uzdaju u nj.

ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.

0
7

Ako li mi rečeš: uzdamo se u Gospoda Boga svojega; nije li to onaj čije je visine i oltare oborio Jezekija i zapovjedio Judi i Jerusalimu: pred ovijem oltarom klanjajte se?

εἰ δὲ λέγετε· ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,

0
8

Hajde zateci se mojemu gospodaru caru Asirskom, i daću ti dvije tisuće konja, ako možeš dobaviti koji će jahati.

νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς.

0
9

Kako ćeš dakle odbiti i jednoga vojvodu između najmanjih slugu gospodara mojega? Ali se ti uzdaš u Misir za kola i konjike.

καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην.

0
10

Svrh toga, eda li sam ja bez Gospoda došao na ovo mjesto da ga zatrem? Gospod mi je rekao: idi na tu zemlju, i zatri je.

καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν.

0
11

Tada Elijakim i Somna i Joah rekoše Ravsaku: govori slugama svojim Sirski, jer razumijemo, a nemoj nam govoriti Judejski da sluša narod na zidu.

καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ καὶ Σομνᾶς καὶ Ἰωάχ· λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;

0
12

A Ravsak reče: eda li me je gospodar moj poslao ka gospodaru tvojemu ili k tebi da kažem ove riječi? nije li k tijem ljudima, što sjede na zidu, da jedu svoju nečist i da piju svoju mokraću s vama?

καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα;

0
13

Tada stade Ravsak i povika iza glasa Judejski i reče: čujte riječi velikoga cara Asirskoga.

καὶ ἔστη Ραψάκης καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων.

0
14

Ovako kaže car: nemojte da vas vara Jezekija, jer vas ne može izbaviti.

τάδε λέγει ὁ βασιλεύς· μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ρύσασθαι ὑμᾶς·

0
15

Nemojte da vas nagovori Jezekija da se pouzdate u Gospoda, govoreći: Gospod će nas izbaviti, ovaj se grad neće dati u ruke caru Asirskom.

καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ρύσεται ὑμᾶς ὁ Θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων·

0
16

Ne slušajte Jezekije; jer ovako kaže car Asirski: učinite mir sa mnom i hodite k meni, pa jedite svaki sa svoga čokota i svaki sa svoje smokve, i pijte svaki iz svojega studenca,

μὴ ἀκούετε Ἐζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν,

0
17

Dokle ne dođem i odnesem vas u zemlju kao što je vaša, u zemlju obilnu žitom i vinom, u zemlju obilnu hljebom i vinogradima.

ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.

0
18

Nemojte da vas vara Jezekija govoreći: Gospod će nas izbaviti. Je li koji između bogova drugih naroda izbavio svoju zemlju iz ruke cara Asirskoga?

μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;

0
19

Gdje su bogovi Ematski i Arfadski? gdje su bogovi Sefarvimski? jesu li izbavili Samariju iz mojih ruku?

ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; μὴ ἐδύναντο ρύσασθαι Σαμάρειαν ἐκ χειρός μου;

0
20

Koji su između svijeh bogova ovijeh zemalja izbavili zemlju svoju iz moje ruke? a Gospod će izbaviti Jerusalim iz moje ruke?

τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐρρύσατο τὴ γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ρύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου;

0
21

Ali oni mučahu, i ne odgovoriše mu ni riječi, jer car bješe zapovjedio i rekao: ne odgovarajte mu.

καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

0
22

Tada Elijakim sin Helkijin, koji bijaše nad dvorom, i Somna pisar i Joah sin Asafov, pametar, dođoše k Jezekiji razdrvši haljine, i kazaše mu riječi Ravsakove.

Καὶ εἰσῆλθεν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.

0