Isaija 32

Stari zavet

1

Evo, car će carovati pravo i knezovi će vladati po pravdi.

ΙΔΟΥ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.

0
2

I čovjek će biti kao zaklon od vjetra, i kao utočište od poplave, kao potoci na suhu mjestu, kao sjen od velike stijene u zemlji sasušenoj.

καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾿ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.

0
3

I oči onijeh koji vide neće biti zaslijepljene, i uši onijeh koji čuju slušaće.

καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾿ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα ἀκούειν δώσουσι.

0
4

I srce nerazumnijeh razumjeće mudrost, i jezik mutavijeh govoriće brzo i razgovijetno.

καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.

0
5

Nevaljalac se neće više zvati knez, niti će se tvrdica nazivati podašnijem.

καὶ οὐκέτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου· σίγα.

0
6

Jer nevaljalac o nevaljalstvu govori, i srce njegovo gradi bezakonje, radeći licemjerno i govoreći na Boga laž, da isprazni dušu gladnomu i napoj žednomu da uzme.

ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι.

0
7

I sprave tvrdičine zle su; smišlja lukavštine da zatre nište riječima lažnijem i kad siromah govori pravo.

ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει.

0
8

Ali knez smišlja kneževski, i ustaje da radi kneževski.

οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ.

0
9

Ustanite, žene mirne, slušajte glas moj; kćeri bezbrižne, čujte riječi moje.

Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, εἰσακούσατε λόγους μου.

0
10

Za mnogo godina bićete u smetnji, vi bezbrižne; jer neće biti berbe, i sabiranje neće doći.

ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾿ ἐλπίδος· ἀνήλωται ὁ τρυγητός, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ.

0
11

Strašite se, vi mirne; drkćite, vi bezbrižne, svucite se, budite gole, i pripašite oko sebe kostrijet,

ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε σάκκους τὰς ὀσφύας

0
12

Bijući se u prsi za lijepijem njivama, za rodnijem čokotima.

καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γεννήματος.

0
13

Trnje i čkalj niknuće na zemlji naroda mojega, i po svijem kućama veselijem, u gradu veselom.

ἡ γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται·

0
14

Jer će se dvorovi ostaviti, vreve gradske nestaće; kule i stražare postaće pećine dovijeka, radost divljim magarcima i paša stadima,

πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμήματος ἀφήσουσι· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,

0
15

Dokle se ne izlije na nas duh s visine i pustinja postane njiva a njiva se stane uzimati za šumu.

ἕως ἂν ἔλθῃ ἐφ᾿ ὑμᾶς πνεῦμα ἀφ᾿ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χέρμελ, καὶ ὁ Χέρμελ εἰς δρυμὸν λογισθήσεται.

0
16

Tada će sud stanovati u pustinji, i pravda će stajati na njivi.

καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει·

0
17

I mir će biti djelo pravde, što će pravda učiniti biće pokoj i bezbrižnost dovijeka.

καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἕως τοῦ αἰῶνος·

0
18

I moj će narod sjedjeti u mirnu stanu i u šatorima pouzdanijem, na počivalištima tihim.

καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.

0
19

Ali će grad pasti na šumu, i grad će se vrlo sniziti.

ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ᾿ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ.

0
20

Blago vama koji sijete pokraj svake vode, i puštate volove i magarce.

μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

0