Isaija 30

Stari zavet

1

Teško sinovima odmetnicima, govori Gospod, koji sastavljaju namjere koje nijesu od mene, zaklanjaju se za zaklon koji nije od moga duha, da domeću grijeh na grijeh;

ΟΥΑΙ τέκνα ἀποστάται, τάδε λέγει Κύριος. ἐποιήσατε βουλήν οὐ δι᾿ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ᾿ ἁμαρτίας,

0
2

Koji slaze u Misir ne pitajući šta ću ja reći, da se ukrijepe silom Faraonovom i da se zaklone pod sjenom Misirskim.

οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

0
3

Jer će vam sila Faraonova biti na sramotu, i zaklon pod sjenom Misirskim na porugu.

ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἴγυπτον ὄνειδος.

0
4

Jer knezovi njegovi biše u Soanu, i poslanici njegovi dođoše u Hanes.

ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·

0
5

Ali će se svi posramiti s naroda, koji im neće pomoći, niti će im biti na korist ni na dobit, nego na sramotu i na porugu.

μάτην κοπιάσουσι πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

0
6

Tovar će biti na stoci južnoj: u zemlju gdje je nevolja i muka, gdje su lavovi i lavići, guje i zmajevi ognjeni krilati, odnijeće blago svoje magarcima na ramenima i bogatstvo svoje kamilama na grbama, k narodu koji neće pomoći.

Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.

0
7

Jer će Misirci uzalud i naprazno pomagati; zato vičem o tom: jačina im je da sjede s mirom.

Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

0
8

Sada idi, napiši ovo pred njima na daščicu, napiši u knjigu, da ostane za vremena koja će doći, dovijeka;

Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρὸν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα.

0
9

Jer su narod nepokoran, sinovi lažljivi, sinovi koji neće da slušaju zakona Gospodnjega;

ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ,

0
10

Koji govore vidiocima: nemojte viđati, i prorocima: nemojte nam prorokovati što je pravo, govorite nam mile stvari, prorokujte prijevaru;

οἱ λέγοντες τοῖς προφήταις· μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.

0
11

Svrnite s puta, otstupite od staze, neka nestane ispred nas sveca Izrailjeva.

καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ,

0
12

Zato ovako veli svetac Izrailjev: kad odbacujete ovu riječ, i uzdate se u prijevaru i opačinu i na nju se oslanjate,

διὰ τοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,

0
13

Zato će vam to bezakonje biti kao pukotina u zidu koji hoće da padne, koja izdigne zid visoko, te se naglo ujedanput obori.

διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα,

0
14

I razbiće ga kao što se razbija razbijen sud lončarski, ne žali se, te se ne nađe ni crijepa kad se razbije da uzmeš oganj s ognjišta ili da zahvatiš vode iz jame.

καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.

0
15

Jer ovako govori Gospod Gospod, svetac Izrailjev: ako se povratite i budete mirni, izbavićete se, u miru i uzdanju biće sila vaša; ali vi nećete.

οὕτω λέγει Κύριος Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,

0
16

Nego govorite: ne; nego ćemo na konjma pobjeći. Zato ćete bježati. Pojahaćemo brze konje. Zato će biti brži koji će vas tjerati.

ἀλλ᾿ εἴπατε· ἐφ᾿ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε· ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

0
17

Bježaće vas tisuća kad jedan poviče; kad poviču petorica, bježaćete svi, dokle ne ostanete kao okresano drvo navrh gore i kao zastava na humu.

χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾿ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

0
18

A zato čeka Gospod da se smiluje na vas, i zato će se uzvisiti da vas pomiluje; jer je Gospod pravedan Bog; blago svjema koji ga čekaju.

καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν ἐστι, καὶ ποῦ καταλείψεται τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐπ᾿ αὐτῷ.

0
19

Jer će narod nastavati u Sionu, u Jerusalimu; nećeš više plakati, doista će te pomilovati kad povičeš; čim te čuje, odazvaće ti se.

Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· ἐλέησόν με· ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέ σου.

0
20

Premda će vam Gospod dati hljeba tužnoga i vode nevoljničke; ali ti se više neće uzimati učitelji tvoji, nego će oči tvoje gledati učitelje tvoje,

καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,

0
21

I uši će tvoje slušati riječ iza tebe gdje govori: to je put, idite njim, ako biste svrnuli nadesno ili nalijevo.

καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.

0
22

I oprznićete posrebrene likove svoje rezane i zlatno odijelo likova livenijeh, i bacićete ih kao nečistotu, i reći ćeš im: odlazite.

καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά.

0
23

I daće dažd sjemenu tvojemu koje posiješ na njivi, i hljeb od roda zemaljskoga biće obilat i sit; tada će stoka tvoja pasti na paši prostranoj.

τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,

0
24

Volovi i magarci, što rade zemlju, ješće čistu zob ovijanu lopatom i rešetom.

οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.

0
25

I na svakoj gori visokoj i na svakom humu visokom biće izvori i potoci, kad bude pokolj veliki, kad popadaju kule.

καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι.

0
26

I svjetlost će mjesečna biti kao svjetlost sunčana, a svjetlost će sunčana biti sedam puta veća, kao svjetlost od sedam dana, kad Gospod zavije ulom narodu svojemu i iscijeli rane koje mu je zadao.

καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

0
27

Gle, ime Gospodnje ide izdaleka, gnjev njegov gori i vrlo je težak; usne su mu pune ljutine i jezik mu je kao oganj koji sažiže.

Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ, καιόμενος ὁ θυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.

0
28

A duh mu je kao potok koji plavi i dopire do grla, da rasije narode da otidu u ništa, i biće u čeljustima narodima uzda koja će ih goniti da lutaju.

καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.

0
29

Pjevaćete kao noću uoči praznika, i veselićete se od srca kao onaj koji ide sa sviralom na goru Gospodnju, k stijeni Izrailjevoj,

μὴ διαπαντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ;

0
30

I Gospod će pustiti da se čuje slava glasa njegova, i pokazaće kako maše rukom svojom s ljutijem gnjevom i plamenom ognjenijem koji proždire, s raspom i sa silnijem daždem i s gradom.

καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ.

0
31

Jer će se od glasa Gospodnjega prepasti Asirac, koji je bio palicom.

διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς.

0
32

I kuda god prođe palica pouzdana, kojom će Gospod navaliti na nj, biće bubnji i gusle, i ratovima žestokim ratovaće na njih.

καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.

0
33

Jer je već pripravljen Tofet, i samom caru pripravljen je, načinio je dubok i širok; mjesta, ognja i drva ima mnogo; dah Gospodnji kao potok sumporni upaliće ga.

σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν. ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

0