Stari zavet
Riječi Amosa koji bijaše između pastira iz Tekuje, što vidje za Izrailja za vremena Ozije cara Judina i za vremena Jerovoama sina Joasova cara Izrailjeva, dvije godine prije trusa.
ΛΟΓΟΙ Ἀμώς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
Reče dakle: Gospod će riknuti sa Siona, i iz Jerusalima će pustiti glas svoj, i tužiće stanovi pastirski i posušiće se vrh Karmilu.
Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.
Ovako veli Gospod: za tri zla i za četiri što učini Damasak, neću mu oprostiti, jer vrhoše Galad gvozdenom branom.
Καὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ·
Nego ću pustiti oganj u dom Azailov, te će proždrijeti dvorove Venadadove.
καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαήλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ Ἄδερ·
I polomiću prijevornice Damasku, i istrijebiću stanovnike iz polja Avena, i onoga koji drži palicu iz doma Edenova, i otići će u ropstvo narod Sirski u Kir, veli Gospod.
καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὦν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.
Ovako veli Gospod: za tri zla i za četiri što učini Gaza, neću joj oprostiti, jer ih zarobiše sasvijem i predadoše Edomcima.
Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν.
Nego ću pustiti oganj u zidove Gazi, te će joj proždrijeti dvorove.
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς·
I istrijebiću stanovnike iz Azota i onoga koji drži palicu iz Askalona, i okrenuću ruku svoju na Akaron, i izginuće ostatak Filistejski, veli Gospod Gospod.
καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ἀκκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.
Ovako veli Gospod: za tri zla i za četiri što učini Tir, neću mu oprostiti, jer sasvijem dadoše u ropstvo Edomcima i ne sjećaše se bratske vjere.
Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
Nego ću pustiti oganj u zidove Tiru, te će proždrijeti dvorove njegove.
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.
Ovako veli Gospod: za tri zla i za četiri što učini Edom, neću mu oprostiti, jer goni brata svojega mačem potrvši u sebi sve žaljenje, i gnjev njegov razdire jednako, i srdnju svoju drži uvijek.
Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ρομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος.
Nego ću pustiti oganj u Teman, i proždrijeće dvore u Vosori.
καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.
Ovako veli Gospod: za tri zla i za četiri što učiniše sinovi Amonovi, neću im oprostiti, jer paraše trudne žene u Galadu da rašire među svoju.
Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν·
Nego ću zapaliti oganj u zidovima Ravi, te će joj proždrijeti dvorove s vikom u dan boja i s burom u dan vihora.
καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ραββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
I car će njihov otići u ropstvo, on i knezovi njegovi s njim, veli Gospod.
καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπὶ τὸ αὐτό, λέγει Κύριος.