Stari zavet
Sedmoga mjeseca dvadeset prvoga dana dođe riječ Gospodnja preko Ageja proroka govoreći:
Τ† μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων·
Kaži sada Zorovavelju sinu Salatilovu, upravitelju Judejskom, i Isusu sinu Josedekovu, poglavaru svešteničkom, i ostatku narodnom govoreći:
εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων·
Ko je među vama ostao koji je vidio ovaj dom u prvoj slavi njegovoj? a kakav vi sada vidite? nije li prema onom kao ništa u vašim očima?
τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
Nego sada budi hrabar, Zorovavelju, govori Gospod, i budi hrabar Isuse sine Josedekov, poglavaru sveštenički, i budi hrabar sav narode zemaljski, govori Gospod, i radite; jer sam ja s vama, govori Gospod nad vojskama.
καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθ᾿ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,
Po riječi kojom sam učinio zavjet s vama kad izidoste iz Misira, duh će moj stajati među vama, ne bojte se.
καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε,
Jer ovako veli Gospod nad vojskama: još jednom, domalo, i ja ću potresti nebesa i zemlju i more i suhu zemlju;
διότι τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·
I potrešću sve narode, i doći će izabrani iz svijeh naroda, i napuniću ovaj dom slave, veli Gospod nad vojskama.
καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.
Moje je srebro i moje je zlato, govori Gospod nad vojskama.
ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.
Slava će ovoga doma pošljednjega biti veća nego onoga prvoga, veli Gospod nad vojskama; i postaviću mir na ovom mjestu, govori Gospod nad vojskama.
διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.
Dvadeset četvrtoga dana devetoga mjeseca druge godine Darijeve dođe riječ Gospodnja preko Ageja proroka govoreći:
Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων·
Ovako veli Gospod nad vojskama: upitaj sveštenike za zakon, i reci:
τάδε λέγει Κύριος παντοκράτωρ· ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων·
Gle, ako bi ko nosio sveto meso u skutu od haljine svoje, ili bi se skutom svojim dotakao hljeba ili variva ili vina ili ulja ili kakoga god jela, bi li se osvetio? A sveštenici odgovoriše i rekoše: ne.
ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· οὔ.
Potom reče Agej: ako bi se ko nečist od mrtvaca dotakao čega toga, hoće li biti nečisto? A sveštenici odgovoriše i rekoše: biće nečisto.
καὶ εἶπεν Ἀγγαῖος· ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· μιανθήσεται.
Tada Agej odgovori i reče: taki je taj narod i taki su ti ljudi preda mnom, govori Gospod, i tako je sve djelo ruku njihovijeh, i što god prinose tamo, nečisto je.
καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν· οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας
A sada uzmite na um, od ovoga dana nazad, prije nego se položi kamen na kamen u crkvi Gospodnjoj,
καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου,
Prije toga kad ko dođe ka gomili od dvadeset mjera, bješe deset; kad dođe ka kaci da dobije pedeset vjedara iz kace, bješe dvadeset;
τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένοντο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
Bih vas sušom i medljikom i gradom, svako djelo ruku vaših; ali se vi ne obratiste k meni, govori Gospod.
ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.
Uzmite na um, od toga dana nazad, od dana dvadeset četvrtoga mjeseca devetoga, od dana kad se osnova crkva Gospodnja, uzmite na um.
ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,
Ima li jošte sjemena u žitnici? ni vinova loza ni smokva ni šipak ni maslina još ne rodi; od ovoga ću dana blagosloviti.
εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ροὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
Potom dođe riječ Gospodnja drugi put Ageju dvadeset četvrtoga dana mjeseca govoreći:
Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων·
Kaži Zorovavelju upravitelju Judejskom, i reci: ja ću potresti nebo i zemlju;
εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων· ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν
I prevaliću prijesto carstvima, i satrću silu carstvima narodnijem, prevaliću kola i one koji sjede na njima, i popadaće konji i konjici, svaki od mača brata svojega.
καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ρομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
U to vrijeme, govori Gospod nad vojskama, uzeću tebe, Zorovavelju, sine Salatilov, slugo moj, govori Gospod, i postaviću te kao pečat; jer sam te izabrao, govori Gospod nad vojskama.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.