2. Samuilova 5

Stari zavet

1

Tada dođoše sva plemena Izrailjeva k Davidu u Hevron, i rekoše mu govoreći: evo, mi smo kost tvoja i tijelo tvoje.

ΚΑΙ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

0
2

I prije, dok Saul bijaše car nad nama, ti si odvodio i dovodio Izrailja; i Gospod ti je rekao: ti ćeš pasti narod moj Izrailja i ti ćeš biti vođ Izrailju.

καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπε Κύριος πρὸς σέ· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

0
3

Tako dođoše sve starješine Izrailjeve k caru u Hevron, i učini s njima car David vjeru u Hevronu pred Gospodom; i pomazaše Davida za cara nad Izrailjem.

καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.

0
4

Trideset godina bijaše Davidu kad se zacari, i carova četrdeset godina.

υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,

0
5

U Hevronu carova nad Judom sedam godina i šest mjeseca; a u Jerusalimu carova trideset i tri godine nad svijem Izrailjem i Judom.

ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.

0
6

A car otide sa svojim ljudima u Jerusalim na Jevuseje, koji življahu u onoj zemlji. I oni rekoše Davidu govoreći: nećeš ući ovamo dok ne uzmeš slijepe i hrome, hoteći kazati: neće ući ovamo David.

Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ· οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.

0
7

Ali David uze kulu Sion, to je grad Davidov.

καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις τοῦ Δαυίδ).

0
8

Jer reče David u onaj dan: ko god pobije Jevuseje i dođe do jaza, i do slijepijeh i hromijeh, na koje mrzi duša Davidova, biće vojvoda. Zato se kaže: slijepi i hromi da ne ulaze u ovu kuću.

καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ· διὰ τοῦτο ἐροῦσι· τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.

0
9

I sjede David u kuli, i nazva je gradom Davidovijem: i pogradi je David unaokolo od Milona i unutra.

καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

0
10

I David jednako napredovaše, jer Gospod Bog nad vojskama bješe s njim.

καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

0
11

I Hiram car Tirski posla poslanike k Davidu, i kedrovijeh drva i drvodjelja i kamenara, i sagradiše kuću Davidu.

καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.

0
12

I razumje David da ga je Gospod utvrdio za cara nad Izrailjem, i da je uzvisio carstvo njegovo radi naroda svojega Izrailja.

καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι ἐπῃ£ρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

0
13

I uze David još inoča i žena iz Jerusalima, pošto dođe iz Hevrona; i rodi se Davidu još sinova i kćeri.

καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

0
14

I ovo su imena onijeh koji mu se rodiše u Jerusalimu: Samuja i Sovav i Natan i Solomun,

καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν

0
15

I Jevar i Elisuja i Nafig i Jafija,

καὶ Ἐβεὰρ καὶ Ἐλισοὺς καὶ Ναφὲκ καὶ Ἰεφιὲς

0
16

I Elisama i Elijada i Elifalet.

καὶ Ἐλισαμὰ καὶ Ἐλιδαὲ καὶ Ἐλιφαλάθ, Σαμαέ, Ἰεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ἰεβαάρ, Θεησοῦς, Ἐλιφαλάτ, Ναγέδ, Ναφέκ, Ἰωνάθαν, Λεασαμύς, Βααλιμάθ, Ἐλιφαάθ.

0
17

A Filisteji čuvši da su pomazali Davida za cara nad Izrailjem, izidoše svi Filisteji da traže Davida; a David čuvši to, otide u kulu.

Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν.

0
18

I Filisteji došavši raširiše se po dolini Rafajskoj.

καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων

0
19

Tada David upita Gospoda govoreći: hoću li izaći na Filisteje? Hoćeš li ih dati u moje ruke? A Gospod reče Davidu: izađi; doista ću dati Filisteje u tvoje ruke.

καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

0
20

Tada David dođe u Val-Ferasim, i pobi ih ondje, i reče: prodrije Gospod neprijatelje moje preda mnom kao kad voda prodire. Otuda se prozva ono mjesto Val-Ferasim.

καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ· διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν.

0
21

I ostaviše ondje lažne bogove svoje; a David i ljudi njegovi odnesoše ih.

καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ.

0
22

I opet nanovo dođoše Filisteji, i raširiše se u dolini Rafajskoj.

καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

0
23

I David upita Gospoda, koji reče: ne idi pred njih, nego im zađi za leđa, pa udari na njih prema dudovima.

καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος· οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος·

0
24

Pa kad čuješ da zašušti po vrhovima od dudova, onda se kreni, jer će onda poći Gospod pred tobom da pobije vojsku Filistejsku.

καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.

0
25

I David učini tako kako mu zapovjedi Gospod, i pobi Filisteje od Gavaje do Gezera.

καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

0