2. Samuilova 24

Stari zavet

1

A Gospod se opet razgnjevi na Izrailja, i nadraži Davida na njih govoreći: hajde izbroj Izrailja i Judu.

ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.

0
2

I reče car Joavu, vojvodi svom: prođi po svijem plemenima Izrailjevijem od Dana do Virsaveje, i izbrojte narod, da znam koliko ima naroda.

καὶ εἶπεν ὀ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.

0
3

A Joav reče caru: neka doda Gospod Bog tvoj k narodu koliko ga je sad još sto puta toliko, i da car gospodar moj vidi svojim očima; ali zašto car gospodar moj hoće to?

καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;

0
4

Ali riječ careva bi jača od Joava i vojvoda; i otide Joav i vojvode od cara da prebroje narod Izrailjev.

καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν Ἰσραήλ.

0
5

I prešavši preko Jordana stadoše u oko u Aroiru, s desne strane grada, koji je na sredini potoka Gadova, i kod Jazira.

καὶ διέβησαν τὸν Ἰορδάνην καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ.

0
6

Potom dođoše u Galad, i u donju zemlju Odsiju, a odatle otidoše u Dan-Jan i u okolinu Sidonsku.

καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν Ἀδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα.

0
7

Potom dođoše do grada Tira i u sve gradove Jevejske i Hananejske; i otidoše na južnu stranu Judinu u Virsaveju.

καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ἰούδα εἰς Βηρσαβεὲ

0
8

I obišavši svu zemlju vratiše se u Jerusalim poslije devet mjeseci i dvadeset dana.

καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς Ἱερουσαλήμ.

0
9

I Joav dade caru broj prepisanoga naroda; i bješe od Izrailja osam stotina tisuća ljudi za vojsku koji mahahu mačem, a ljudi od Jude pet stotina tisuća.

καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ Ἰούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.

0
10

Tada Davida taknu u srce, pošto prebroji narod, i reče David Gospodu: sagriješih veoma što to uradih. Ali, Gospode, uzmi bezakonje sluge svojega, jer veoma ludo radih.

καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.

0
11

A kad David usta ujutru, dođe riječ Gospodnja Gadu proroku, koji bijaše Davidu vidjelac, i reče:

καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων·

0
12

Idi i kaži Davidu: ovako veli Gospod: troje ti dajem, izberi jedno da ti učinim.

πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.

0
13

I dođe Gad k Davidu, i kaza mu govoreći: hoćeš li da bude sedam gladnijeh godina u zemlji tvojoj, ili da bježiš tri mjeseca od neprijatelja svojih i oni da te gone, ili da bude tri dana pomor u tvojoj zemlji? Sad promisli i gledaj šta ću odgovoriti onome koji me je poslao.

καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα.

0
14

A David reče Gadu: u tjeskobi sam ljutoj; ali neka zapadnemo Gospodu u ruke, jer je milost njegova velika; a ljudima da ne zapadnem u ruke.

καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω·

0
15

I tako pusti Gospod pomor na Izrailja od jutra do određenoga vremena, i pomrije naroda od Dana do Virsaveje sedamdeset tisuća ljudi.

καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.

0
16

A kad anđeo pruži ruku svoju na Jerusalim da ga ubija, sažali se Gospodu sa zla, i reče anđelu koji ubijaše narod: dosta, spusti ruku. A anđeo Gospodnji bijaše kod gumna Orne Jevusejina.

καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.

0
17

A David kad vidje anđela gdje bije narod, progovori i reče Gospodu: evo, ja sam zgriješio, ja sam zlo učinio, a te ovce što su učinile? neka se ruka tvoja obrati na mene i na dom oca mojega.

καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.

0
18

Potom opet dođe Gad k Davidu isti dan, i reče mu: idi, načini Gospodu oltar na gumnu Orne Jevusejina.

καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου.

0
19

I otide David po riječi Gadovoj, kako Gospod zapovjedi.

καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.

0
20

Tada Orna obazrevši se ugleda cara i sluge njegove gdje idu k njemu; i otide Orna i pokloni se caru licem do zemlje,

καὶ διέκυψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ὀρνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.

0
21

I reče: što je došao car gospodar moj sluzi svojemu? A David reče: da kupim od tebe to gumno, da načinim na njemu oltar Gospodu da bi prestao pomor u narodu.

καὶ εἶπεν Ὀρνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.

0
22

A Orna reče Davidu: neka uzme car gospodar moj i prinese na žrtvu što mu je volja; evo volova za žrtvu paljenicu, i kola i jarmova volujskih za drva.

καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.

0
23

Sve to davaše caru Orna kao car, i reče Orna caru: Gospod Bog tvoj neka te milostivo primi.

τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ, καὶ εἶπεν Ὀρνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε.

0
24

A car reče Orni: ne; nego ću kupiti od tebe po cijeni, niti ću prinijeti Gospodu Bogu svojemu žrtve paljenice poklonjene. I tako kupi David gumno i volove za pedeset sikala srebra.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.

0
25

I ondje načini David oltar Gospodu, i prinese žrtve paljenice i žrtve zahvalne. I Gospod se umilostivi zemlji, i presta pomor u Izrailju.

καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.

0