2. Samuilova 20

Stari zavet

1

A ondje se desi nevaljao čovjek, po imenu Seva sin Vihrijev, od Venijamina. On zatrubi u trubu i reče: mi nemamo dijela s Davidom, ni našljedstva sa sinom Jesejevijem; svak u svoj šator, o Izrailju!

ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.

0
2

Tako svi Izrailjci otstupiše od Davida i otidoše za Sevom sinom Vihrijevim; ljudi pak od Jude držaše se cara svojega i otpratiše ga od Jordana do Jerusalima.

καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ.

0
3

A kad car David dođe u kuću svoju u Jerusalim, uze car deset žena inoča, koje bješe ostavio da mu čuvaju kuću, i metnu ih u zatvor, gdje ih hranjaše ali ne lijegaše s njima, nego ostaše zatvorene do smrti svoje i življahu kao udovice.

καὶ εἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι.

0
4

Potom reče car Amasi: sazovi mi ljude od Jude do tri dana, i nađi se i ti ovdje.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.

0
5

I otide Amasa da sazove narod Judin; ali se zabavi preko roka koji mu bješe određen.

καὶ ἐπορεύθη Ἀμεσσαΐ τοῦ βοῆσαι τὸν Ἰούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ.

0
6

A David reče Avisaju: sad će nam Seva sin Vihrijev činiti gore nego Avesalom. Nego uzmi sluge gospodara svojega, i goni ga da ne nađe za se koji tvrd grad i ne umakne nam iz očiju.

καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.

0
7

Tako izidoše za njim ljudi Joavovi, i Hereteji i Feleteji i svi junaci, izidoše iz Jerusalima da gone Sevu sina Vihrijeva.

καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ἰωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

0
8

I kad bijahu kod velikoga kamena u Gavaonu, srete ih Amasa. A Joav bijaše opasan preko haljine koju imaše na sebi, i ozgo bijaše pripasao mač uz bedricu u koricama. I kad pođe, mač mu ispade.

καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ Ἀμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ' αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε.

0
9

Tada reče Joav Amasi: jesi li zdravo, brate? I dohvati se Joav desnom rukom svojom brade Amasi da ga cjeluje.

καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν.

0
10

A Amasa ne uzimaše na um mača, koji bijaše Joavu u ruci; a on ga udari njim pod peto rebro, i prosu mu crijeva na zemlju, te od jednoga udarca umrije. Potom Joav i Avisaj brat njegov otidoše u potjeru za Sevom sinom Vihrijevim.

καὶ Ἀμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ Ἰωὰβ καὶ Ἀβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί·

0
11

A jedan od momaka Joavovijeh stade kod njega i reče: ko ljubi Joava i ko je Davidov, za Joavom!

καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος Ἰωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ;

0
12

A Amasa se valjaše u svojoj krvi nasred puta. I videći onaj čovjek gdje se ustavlja sav narod odvuče Amasu s puta u polje i baci haljinu na nj, kad vidje gdje se ustavlja svaki ko naiđe na nj.

καὶ Ἀμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα·

0
13

I kad bi uklonjen s puta prođoše svi za Joavom da tjeraju Sevu sina Vihrijeva.

ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

0
14

I on prođe kroz sva plemena Izrailjeva do Avela i do Vetmahe sa svijem Viranima, koji se okupiše te iđahu za njim.

καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.

0
15

I došavši opkoliše ga u Avel-Vet-Masi, i iskopaše opkop oko grada tako da stajahu pred zidom; i sav narod što bješe s Joavom navaljivaše da obori zid.

καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν Ἀβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.

0
16

Tada viknu jedna mudra žena iz grada: čujte, čujte! Kažite Joavu: pristupi ovamo da govorim s tobom.

καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.

0
17

A kad on pristupi k njoj, reče žena: jesi li ti Joav? A on reče: jesam. A ona reče: poslušaj riječi sluškinje svoje. A on reče: da čujem.

καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ἰωάβ· ἀκούω ἐγώ εἰμι.

0
18

A ona reče govoreći: od starine se govori: valja pitati u Avelu. I tako se izvršivaše.

καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβέλ, καὶ οὕτως εἰ ἐξέλιπον.

0
19

Ja sam jedan od mirnijeh i vjernijeh gradova u Izrailju, a ti hoćeš da zatreš grad, i to majku u Izrailju. Zašto hoćeš da proždreš našljedstvo Gospodnje?

ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;

0
20

A Joav odgovori i reče: sačuvaj Bože! sačuvaj Bože! neću da proždrem ni da raskopam.

καὶ ἀπεκρίθη Ἰωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ·

0
21

Nije tako; nego jedan iz gore Jefremove, po imenu Seva sin Vihrijev, podigao je ruku svoju na cara Davida; dajte samo njega, pa ću otići od grada. A žena reče Joavu: evo, glava njegova baciće ti se preko zida.

οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.

0
22

I žena otide k svemu narodu s mudrošću svojom; i otsjekoše glavu Sevi sinu Vihrijevu, i baciše je Joavu. A on zatrubi u trubu, te se razidoše od grada svak u svoj šator. A Joav se vrati u Jerusalim k caru.

καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ' αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα.

0
23

A bijaše Joav nad svom vojskom Izrailjevom; a Venaja sin Jodajev bijaše nad Heretejima i Feletejima;

Καὶ ὁ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί,

0
24

A Adoram bješe nad dancima; a Josafat sin Ahiludov bješe pametar;

καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων,

0
25

Seja pisar; a Sadok i Avijatar sveštenici.

καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς,

0
26

I Ira Jairanin bješe knez Davidu.

καί γε Ἰρὰς ὁ Ἰαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.

0