2. Samuilova 2

Stari zavet

1

A poslije toga David upita Gospoda govoreći: hoću li otići u koji grad Judin? A Gospod mu reče: otidi. A David reče: u koji da otidem? Reče: Hevron.

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων· εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνάβηθι. καὶ εἶπε Δαυίδ· ποῦ ἀναβῶ; καὶ εἶπεν· εἰς Χεβρών.

0
2

I David otide onamo sa dvije žene svoje, Ahinoamom iz Jezraela i Avigejom koja prije bješe žena Navala iz Karmila.

καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ ἡ Ἰεζραηλῖτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου,

0
3

I ljude koji bijahu s njim odvede David, sve s porodicama njihovijem, i nastaniše se po gradovima Hevronskim.

καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών.

0
4

I dođoše ljudi od Jude, i pomazaše ondje Davida za cara nad domom Judinijem. I javiše Davidu govoreći: ljudi iz Javisa Galadova pogreboše Saula.

καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.

0
5

I David posla poslanike k ljudima u Javisu Galadovu, i reče im: da ste blagosloveni Gospodu što učiniste milost gospodaru svojemu, Saulu, i pogreboste ga.

καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.

0
6

Zato da učini Gospod vama milost i vjeru; a ja ću vam učiniti dobro, što ste to učinili.

καὶ νῦν ποιήσαι Κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο·

0
7

I neka vam se ukrijepe ruke i budite hrabri; jer Saul gospodar vaš pogibe, a dom Judin pomaza mene za cara nad sobom.

καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφ᾿ ἑαυτὸν εἰς βασιλέα.

0
8

Ali Avenir sin Nirov vojvoda Saulov uze Isvosteja sina Saulova, i odvede ga u Mahanajim.

Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ

0
9

I zacari ga nad Galadom i nad Asurom i Jezraelom i Jefremom i Venijaminom i nad svijem Izrailjem.

καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν Ἰεζράελ καὶ ἐπὶ τὸν Ἐφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα Ἰσραήλ.

0
10

Četrdeset godina bješe Isvosteju sinu Saulovu kad poče carovati nad Izrailjem; i carova dvije godine. Samo dom Judin držaše se Davida.

τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ Ἰσραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ·

0
11

A David carova u Hevronu nad domom Judinijem sedam godina i šest mjeseca.

καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.

0
12

Potom izide Avenir sin Nirov i sluge Isvosteja sina Saulova iz Mahanajima u Gavaon.

Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών·

0
13

Takođe i Joav sin Serujin i sluge Davidove izidoše i sretoše se s njima kod jezera Gavaonskoga, i stadoše jedni s jedne strane jezera a drugi s druge strane.

καὶ Ἰωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.

0
14

Tada reče Avenir Joavu: neka ustanu momci i neka se proigraju pred nama. I reče Joav: neka ustanu.

καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ἰωάβ· ἀναστήτωσαν.

0
15

I ustaše, i izidoše na broj: dvanaest od Venijamina sa strane Isvosteja sina Saulova, i dvanaest između sluga Davidovijeh.

καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ.

0
16

I uhvatiše jedan drugoga za glavu, i tisnu jedan drugomu mač svoj u bok, i popadaše zajedno. Otuda se prozva ono mjesto Halkat-Asurim kod Gavaona.

καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών.

0
17

I bi žestok boj onoga dana; i sluge Davidove razbiše Avenira i Izrailjce.

καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ.

0
18

A ondje bijahu tri sina Serujina: Joav i Avisaj i Asailo. A Asailo bijaše lak na nogu kao srna u polju;

καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ, καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.

0
19

I potjera Asailo Avenira, i ne svrnu ni nadesno ni nalijevo iza Avenira.

καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ.

0
20

I Avenir obazre se natrag i reče: jesi li ti, Asailo? A on reče: ja sam.

καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν· ἐγώ εἰμι.

0
21

A Avenir mu reče: svrni nadesno ili nalijevo, i uzmi jednoga od tijeh momaka, i skini odoru s njega. Ali ne htje Asailo svrnuti iza njega.

καὶ εἶπεν αὐτῷ Ἀβεννήρ· ἔκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.

0
22

I Avenir opet reče Asailu: otstupi od mene; zašto da te sastavim sa zemljom? i kako bih smeo pogledati u Joava brata tvojega?

καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαήλ· ἀπόστηθι ἀπ᾿ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;

0
23

Ali on ne htje otstupiti; i Avenir ga udari kopljem pod peto rebro, i izađe mu koplje na leđa, te on pade ondje i umrije na mjesto. I ko god dođe na ono mjesto gdje pade i pogibe Asailo, ustavljaše se.

καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο.

0
24

Ali Joav i Avisaj potjeraše Avenira, i sunce zađe kad dođoše do brda Ame, koja je prema Giji na putu u pustinju Gavaonsku.

καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννήρ· καὶ ὁ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών.

0
25

I skupiše se sinovi Venijaminovi za Avenirom, te se načini četa, i stadoše na vrh jednoga brda.

καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.

0
26

I Avenir viknu Joava i reče: hoće li mač proždirati dovijeka? ne znaš li da jadi bivaju napošljetku? zašto već ne kažeš narodu da se prođu braće svoje?

καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;

0
27

A Joav reče: tako živ bio Bog, da nijesi kazao, narod bi još jutros otišao, nijedan ne bi tjerao brata svojega.

καὶ εἶπεν Ἰωάβ· ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.

0
28

Tada zatrubi Joav u trubu, i ustavi se sav narod i prestaše tjerati Izrailja, i ne biše se više.

καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.

0
29

I tako Avenir i ljudi njegovi idoše preko polja cijelu onu noć, i prijeđoše preko Jordana, i prošavši sav Vitron dođoše u Mahanajim.

καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.

0
30

A Joav se vrati od Avenira, i kad skupi sav narod, ne bješe od sluga Davidovijeh devetnaest ljudi i Asaila.

καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ Ἀσαήλ.

0
31

Ali sluge Davidove pobiše sinova Venijaminovijeh, ljudi Avenirovijeh, tri stotine i šezdeset ljudi, koji izgiboše.

καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ.

0
32

A Asaila uzeše i pogreboše u grobu oca njegova koji bijaše u Vitlejemu. I Joav i ljudi njegovi idoše svu noć, i osvanuše u Hevronu.

καὶ αἴρουσι τὸν Ἀσαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.

0