2. Samuilova 17

Stari zavet

1

Još reče Ahitofel Avesalomu: da odaberem dvanaest tisuća ljudi, pa da idem i tjeram Davida noćas.

ΚΑΙ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλώμ· ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα·

0
2

Pa ću ga stignuti dok je umoran i iznemoglijeh ruku; i uplašiću ga, te će pobjeći sav narod što je s njim, pa ću ubiti cara samoga.

καὶ ἐπελεύσομαι ἐπ' αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσί, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον·

0
3

I obratiću sav narod k tebi; jer za onijem koga tražiš stoji da se svi vrate k tebi; tada će se sav narod umiriti.

καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρός σε, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη.

0
4

I to se učini dobro Avesalomu i svijem starješinama Izrailjevijem.

καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ·

0
5

Ali reče Avesalom: dozovite i Husaja Arhijanina da čujemo što će i on reći.

καὶ εἶπεν Ἀβεσσαλώμ· καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ.

0
6

A kad dođe Husaj k Avesalomu, reče mu Avesalom govoreći: tako i tako reče Ahitofel; hoćemo li činiti kako on reče ili nećemo? kaži ti.

καὶ εἰσῆλθε Χουσὶ πρὸς Ἀβεσσαλώμ· καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων· κατὰ τὸ ρῆμα τοῦτο ἐλάλησεν Ἀχιτόφελ· εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον·

0
7

A Husaj reče Avesalomu: nije dobar svjet što je sada svjetovao Ahitofel.

καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ· οὐκ ἀγαθὴ αὕτη ἡ βουλή, ἣν ἐβουλεύσατο Ἀχιτόφελ τὸ ἅπαξ τοῦτο.

0
8

Još reče Husaj: ti znaš oca svojega i ljude njegove da su hrabri i da su ljuta srca kao medvjedica kad joj otmu medvjediće u polju; svrh toga, tvoj je otac ratnik, neće noćiti s narodom.

καὶ εἶπε Χουσί· σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν·

0
9

Gle, on se je sada sakrio u kaku jamu ili na drugo kako mjesto. Pa ako u prvi mah koji od ovijeh poginu, ko god čuje svaki će reći: pobijen je narod koji prista za Avesalomom.

ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ· ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ,

0
10

A tada će najhrabriji, u kojih je srce kao srce lavovo, klonuti. Jer sav Izrailj zna da je tvoj otac junak i da su hrabri koji su s njim.

καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδε πᾶς Ἰσραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ' αὐτοῦ.

0
11

Zato ja svjetujem da skupiš k sebi sve Izrailjce od Dana do Virsaveje da ih bude kao pijeska na moru, pa ti glavom idi u boj.

ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν,

0
12

Tada ćemo poći na nj, gdje bi se god nalazio, i napašćemo na nj kao što rosa pada na zemlju, da mu ne ostane nijedan od svijeh ljudi što su s njim.

καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ' αὐτόν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσι τοῖς μετ' αὐτοῦ καί γε ἕνα·

0
13

Ako li uteče u grad, sav narod Izrailjski neka donese uža pod onaj grad, pa ćemo ga svući u potok, da se ni kamen ne nađe ondje.

καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.

0
14

Tada reče Avesalom i svi Izrailjci: bolji je svjet Husaja Arhijanina nego svjet Ahitofelov. Jer Gospod bješe naredio da se razbije svjet Ahitofelov, koji bješe bolji, da bi Gospod navukao zlo na Avesaloma.

καὶ εἶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ· ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.

0
15

Potom reče Husaj sveštenicima Sadoku i Avijataru: tako i tako svjetova Ahitofel Avesaloma i starješine Izrailjeve, a ja svjetovah tako i tako.

καὶ εἶπε Χουσὶ ὁ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιάθαρ τοὺς ἱερεῖς· οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ.

0
16

Nego brže pošljite, te javite Davidu i recite: nemoj noćas noćiti u polju u pustinji, nego prijeđi prijeko, da ne bude proždrt car i sav narod što je s njim.

καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ λέγοντες· μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μή ποτε καταπείσῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ.

0
17

A Jonatan i Ahimas stajahu kod studenca Rogila, i dođe jedna sluškinja i kaza im, da bi otišli te javili caru Davidu; jer se ne smijahu pokazati ni ući u grad.

καὶ Ἰωνάθαν καὶ Ἀχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγήλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ, ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν.

0
18

Ali ih vidje jedan momak, te kaza Avesalomu; a oni obojica brže otidoše, i dođoše u Vaurim u kuću jednoga čovjeka, koji imaše na dvoru studenac, te se spustiše u nj.

καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀνήγγειλε τῷ Ἀβεσσαλώμ, καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.

0
19

I žena uze i razastrije ponjavu povrh studenca, i povrh nje razasu prekrupu. I tako se ne dozna.

καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ' αὐτῷ ἀραφώθ, καὶ οὐκ ἐγνώσθη ρῆμα.

0
20

Jer dođoše sluge Avesalomove k onoj ženi u kuću, i rekoše joj: gdje je Ahimas i Jonatan? A žena im reče: otidoše preko potoka. Tako traživši i ne našavši vratiše se u Jerusalim.

καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν· ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνή· παρῆλθαν μικρὸν τοῦ ὕδατος, καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ἱερουσαλήμ.

0
21

A kad otidoše, oni ižljezoše iz studenca, i otidoše te javiše caru Davidu, i rekoše mu: ustanite i prijeđite brže preko vode; jer je tako i tako svjetovao Ahitofel na vas.

ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ καὶ εἶπαν πρὸς Δαυίδ· ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτόφελ.

0
22

Tada usta David i sav narod što bijaše s njim, i prijeđoše preko Jordana prije zore, ne osta nijedan da ne prijeđe preko Jordana.

καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωΐ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν Ἰορδάνην.

0
23

Ahitofel pak videći gdje se ne učini kako on svjetova, osedla svojega magarca, pa se podiže i otide kući svojoj, u svoj grad, i naredivši za svoju kuću objesi se te umrije, i bi pogreben u grobu oca svojega.

καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

0
24

A David dođe u Mahanajim; Avesalom pak prijeđe preko Jordana i sav Izrailj što bješe s njim.

καὶ Δαυὶδ διῆλθεν εἰς Μαναΐμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ' αὐτοῦ.

0
25

I postavi Avesalom Amasu nad vojskom, na mjesto Joavovo; a Amasa bješe sin nekoga čovjeka po imenu Itre Izrailjca, koji obleža Avigeju kćer Nasovu, sestru Seruje matere Joavove.

καὶ τὸν Ἀμεσσαΐ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ Ἀμεσσαΐ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰοθὸρ ὁ Ἰσραηλίτης, οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουΐας μητρὸς Ἰωάβ.

0
26

I stade u oko Izrailj s Avesalomom u zemlji Galadovoj.

καὶ παρενέβαλε πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.

0
27

A kad dođe David u Mahanajim, Sovije sin Nasov iz Rave sinova Amonovijeh i Mahir sin Amilov iz Lodevara i Varzelaj od Galada iz Rogelima

καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναΐμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ραββὰθ υἱῶν Ἀμμὼν καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ρωγελλὶμ

0
28

Donesoše postelje i čaša i sudova zemljanijeh i pšenice i ječma i brašna i prekrupe i boba i leća i prženijeh zrna,

ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

0
29

I meda i masla i ovaca i sira kravljega; donesoše Davidu i narodu što bješe s njim da jedu. Jer govorahu: narod je gladan i umoran i žedan u toj pustinji.

καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφὼθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυὶδ καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ φαγεῖν, ὅτι εἶπαν· ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

0