Stari zavet
A Joav sin Serujin opazi da se srce carevo obratilo k Avesalomu.
ΚΑΙ ἔγνω Ἰωὰβ υἱὸς Σαρουΐας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.
I posla Joav u Tekuju te dozva otuda ženu lukavu, pa joj reče: učini se kao da si u žalosti, i obuci žalosne haljine, i nemoj se namazati uljem, nego budi kao žena koja odavna žali za mrtvijem.
καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωέ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπε πρὸς αὐτήν· πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς
I otidi k caru, i govori mu tako i tako. I nauči je Joav šta će govoriti.
καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ρῆμα τοῦτο· καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
I kad otide žena Tekujanka k caru da govori, pade ničice na zemlju i pokloni se, i reče: pomagaj, care!
καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπε· σῶσον, βασιλεῦ, σῶσον.
A car joj reče: što ti je? A ona reče: udovica sam, umro mi je muž.
καὶ εἶπε πρὸς αὐτὴν ὁ βασιλεύς· τί ἐστί σοι; ἡ δὲ εἶπε· καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.
A imaše sluškinja tvoja dva sina, pa se svadiše u polju, a ne bješe nikoga da ih razvadi, te jedan udari drugoga i ubi ga.
καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.
I gle, sav dom usta na sluškinju tvoju govoreći: daj toga što je ubio brata svojega da ga pogubimo za dušu brata njegova, kojega je ubio, i da istrijebimo našljednika; i tako hoće da ugase iskru koja mi je ostala, da ne ostave imena mužu mojemu ni ostatka na zemlji.
καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν· δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ, οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα, ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.
A car reče ženi: idi kući svojoj, a ja ću narediti za te.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὴν γυναῖκα· ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.
A žena Tekujanka reče caru: care gospodaru! neka na me i na dom oca mojega padne krivica, a car i njegov prijesto neka je prav.
καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα· ἐπ' ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.
A car reče: ko uzgovori na te, dovedi ga k meni, i neće te se više dotaći.
καὶ εἶπεν ὁ βασιλεύς· τίς ὁ λαλῶν πρός σε; καί ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.
A ona reče: neka se opomene car Gospoda Boga svojega, da se ne umnože osvetnici koji ubijaju, i da ne ubiju sina mojega. A on reče: tako živ bio Gospod, nijedna dlaka s tvojega sina neće pasti na zemlju.
καὶ εἶπε· μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου· καὶ εἶπε· ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.
A žena reče: da kaže sluškinja tvoja nešto caru gospodaru. A on reče: govori.
καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ρῆμα. καὶ εἶπε· λάλησον.
A žena reče: a zašto si namislio taku stvar narodu Božijemu? jer car kao da je kriv govoreći tako, jer neće car da dozove natrag onoga koga je odagnao.
καὶ εἶπεν ἡ γυνή· ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;
Jer ćemo doista pomrijeti, i jesmo kao voda koja se prospe na zemlju i više se ne može skupiti; jer mu Bog nije uzeo života, nego je naumio da odagnani ne ostane odagnan od njega.
ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήψεται ὁ Θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ' αὐτοῦ ἐξεωσμένον.
I tako dođoh da kažem ovo caru gospodaru svojemu, jer me narod uplaši; zato reče sluškinja tvoja: da govorim caru, može biti da će učiniti car što sluškinja njegova kaže.
καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ρῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου· λαλησάτω δὴ πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴπως ποιήσει ὁ βασιλεὺς τὸ ρῆμα τῆς δούλης αὐτοῦ·
Jer će car uslišiti i izbaviti sluškinju svoju iz ruke onoga koji hoće da istrijebi mene i sina mojega iz našljedstva Božijega.
ὅτι ἀκούσει ὁ βασιλεύς· ρυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ.
I sluškinja tvoja reče: riječ cara gospodara mojega biće mi utjeha, jer je car gospodar moj kao anđeo Božji, te sluša i dobro i zlo, i Gospod će Bog tvoj biti s tobom.
καὶ εἶπεν ἡ γυνή· εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος Θεοῦ, οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος ὁ Θεός σου ἔσται μετὰ σοῦ.
A car odgovori i reče ženi: nemoj tajiti od mene što ću te pitati. A žena reče: neka govori car gospodar moj.
καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε πρὸς τὴν γυναῖκα· μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ρῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς.
Tada car reče: da nije Joavov posao u svemu tome što činiš? A žena odgovori i reče: tako da je živa duša tvoja, care gospodaru, ne može se ni nadesno ni nalijevo od svega što kaza car gospodar moj; jer sluga tvoj Joav zapovijedio mi je i naučio sluškinju tvoju sve ovo da govorim.
καὶ εἶπεν ὁ βασιλεύς· μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ· ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους·
Sluga je tvoj Joav učinio, te sam ovako izvila besjedu svoju; ali je gospodar moj mudar kao anđeo Božji, te zna sve što biva na zemlji.
ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ρήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
Tada reče car Joavu: evo, ti si učinio to, idi, dovedi natrag dijete Avesaloma.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ· ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου, ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.
Tada pade Joav licem na zemlju, i pokloni se i blagoslovi cara, i reče Joav: danas vidi sluga tvoj da sam našao milost pred tobom, care gospodaru, kad je car učinio što mu sluga njegov reče.
καὶ ἔπεσεν Ἰωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησε καὶ εὐλόγησε τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ· σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
Potom se podiže Joav i otide u Gesur, i dovede natrag u Jerusalim Avesaloma.
καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγε τὸν Ἀβεσσαλὼμ εἰς Ἱερουσαλήμ.
I car reče: neka ide svojoj kući, a lica mojega da ne vidi. I otide Avesalom svojoj kući, i ne vidje lica careva.
καὶ εἶπεν ὁ βασιλεύς· ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.
A ne bješe čovjeka tako lijepa kao Avesalom u svem Izrailju, da ga tako hvale; od pete do tjemena ne bješe na njemu mane.
καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.
I kad bi strigao glavu (a imaše običaj svake godine strići je, jer mu bijaše teško), mjerio bi kosu s glave svoje, i bivaše je dvjesta sikala carskom mjerom.
καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ' ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ' αὐτὸν καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.
I rodiše se Avesalomu tri sina i jedna kći, kojoj bijaše ime Tamara, i ona bijaše lijepa.
καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν Ἀβιά.
I Avesalom osta cijele dvije godine u Jerusalimu, a lica careva ne vidje.
καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἱερουσαλὴμ δύο ἔτη ἡμερῶν, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.
Tada posla Avesalom po Joava da ga pošlje k caru; ali on ne htje doći k njemu; i posla opet drugi put, ali on ne htje doći.
καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησε παραγενέσθαι.
Tada reče slugama svojim: vidite li njivu Joavovu pored moje? na njoj je ječam; idite i upalite je. I upališe sluge Avesalomove onu njivu.
καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε, ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ ἐκεῖ κριθαί, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν οἱ παῖδες Ἀβεσσαλὼμ τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπον· ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυρί.
Tada se podiže Joav, i dođe k Avesalomu u kuću, i reče mu: zašto sluge tvoje upališe moju njivu?
καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθε πρὸς Ἀβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπε πρὸς αὐτόν· ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;
Avesalom reče Joavu: eto slao sam k tebi govoreći: hodi ovamo da te pošljem k caru da mu kažeš: zašto sam došao iz Gesura? bolje bi bilo da sam još ondje. Zato da vidim lice carevo; ako li ima kaka krivica na meni, neka me pogubi.
καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ· ἰδοὺ ἀπέστειλα πρός σε λέγων· ἦκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων· ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με.
I otide Joav k caru, i kaza mu. I dozva Avesaloma; a on došavši k caru pokloni se licem do zemlje pred carem, i car cjelova Avesaloma.
καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσε τὸν Ἀβεσσαλώμ. καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.