Stari zavet
Prve godine carevanja Kira Persijskog, za ispunjenje reči Gospoda iz usta Jeremije,
ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ρήματος Κυρίου ἐν στόματι Ἱερεμίου,
Gospod uskomeša duh Kira, cara Persijskog, i on objavi po svem carstvu svojemu rečima i pisano:
ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διά γραπτῶν λέγων·
Ovako govori Kir, car Persijski: Gospod Izrailja, Gospod Svevišnji postavi mene carem vaseljene
τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ¨Υψιστος.
i naredi mi da napravim dom njemu u Jerusalimu, koji je u Judeji.
καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλήμ, τῇ ἐν τῇ Ἰουδαίᾳ.
I da, koji su od vas, iz naroda Njegovog, da bude Gospod njegov sa njim, i neka on ode u Jerusalim, koji je u Judeji, da gradi dom Gospoda Izrailjeva: On jeste Gospod, koji živi u Jerusalimu.
εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ Ἰσραήλ (οὗτος ὁ Κύριος ὁ κατασκηνώσας ἐν Ἱερουσαλήμ).
Zatim, koliko ih živi u mestima, stanovnici tog mesta neka im pomognu zlatom i srebrom,
ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δόσεσι μεθ᾿ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ᾿ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν Ἱερουσαλήμ.
darovima u konjima i stokom i drugim zavetnim prinosima hramu Gospoda u Jerusalimu.
καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμὶν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων, ὧν ἤγειρε Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸ ἐν Ἱερουσαλήμ,
I podigoše se starešine plemena kolena Judina i Venijaminova i sveštenici i leviti i svi, čiji duh uskomeša Gospod da idu i sagrade dom Gospodu u Jerusalimu;
καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.
a koji živeše u susedstvu sa njima u svemu im pomagaše: srebrom i zlatom, i konjima i stokom i mnogim zavetnim prinosima mnogih, čiji duh uskomešan bi.
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ Ἱερουσαλήμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ·
I car Kir donese svete sasude Gospoda, koje Navuhodonosor odnese iz Jerusalima i postavi u svojemu hramu.
ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθραδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·
Donese ih Kir, car Persijski, i predade Mifridatu, svojemu čuvaru blaga,
διά δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς Ἰουδαίας.
a preko njega oni behu predani Samanasaru, knezu Judeje.
ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.
Brojem ih je bilo: čaša zlatnih tisuća, čaša srebrnih tisuća, srebrnih kadionica dvadeset devet, zdela zlatnih trideset, srebrnih dve tisuće četristo deset, i drugih sasuda tisuća.
τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα·
Svih sasuda zlatnih i srebrnih donešenih je pet tisuća četri stotine šezdeset devet.
ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.
I predati su oni Samanasaru i vraćeni zajedno sa njim iz ropstva Vavilonskog u Jerusalim.
Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν·
U vreme carevanja Artakserksa, cara Persijskog, Vilem i Mifridat, i Tavelij i Rafim, i Veltefim i Samelij pisac i drugi, dogovorivši se među sobom, koji živeše u Samariji i drugim mestima, napisaše mu sledeće pismo:
‘Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ·
“Caru Artakserksu, gospodinu, rabovi tvoji Rafim, opisivač događaja, i Samelij pisac, i ostali iz saveta, i sudije, koji se nalaze u Kele-Siriji i Feniciji.
καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες παρ᾿ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλήμ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται.
Da bude sada dato na znanje gospodinu caru, da dođoše od vas ka nama Judejci, odoše u Jerusalim, u taj otpadnički i pokvareni grad, popravljaju trgove njegove, obnavljaju zidine i polažu temelje hrama.
ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτον, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
I tako, ako taj grad bude obnovljen i zidine njegove završene, oni ne samo da neće plaćati poreze, nego će i ustati protiv careva.
καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
I pošto je već započeta gradnja hrama, mi nađosmo da to nije za zanemarivanje,
νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην’.
i obaveštavamo gospodina cara, ako nađe za potrebno da pogleda u knjige otaca svojih.
τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα·
Naći će zapise o tome u svedočanstvima knjiga, i saznaće da je taj grad bio odmetnički i pravio pometnju među carevima i gradovima,
‘ Ἀνέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα
a Judejci – odmetnici, oduvek gradiše u njemu prepreke, zbog kojeg razloga i bi opustošen taj grad.
καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἱερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην.
I tako, sada obaveštavamo tebe, gospodina cara, da ako se popravi taj grad i uspostave zidine njegove, neće više biti prolaza u Kele-Siriju i Feniciju.”
νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι’.
Tada car napisa odgovor Rafimu, opisivaču događaja, i Veletefimu i Sameliju piscu i drugima, koji se dogovoriše među sobom, a živeše u Samariji i Siriji i Feniciji, sledeće:
τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς Ἱερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἱερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
“Pročitao sam pismo koje ste poslali meni i naredio istragu; i nađeno je da taj grad od davnina ustaje protiv careva,
i ljudi njegovi podizaše u njemu meteže i ratove, i behu carevi u Jerusalimu silni i moćni, vladaše i ubiraše danak i iz Kele-Sirije i Fenicije.
I tako, sada sam ja naredio i zapretio tim ljudima da ne grade svoj grad, i gledaću da se ništa više ne radi
kako ne bi imali daljeg uspeha u zlonamernim poduhvatima i obespokojavali careve.”
Po čitanju pisma od cara Artakserksa, Rafim i Samelij pisac i koji se saglasiše sa njima odoše u Jerusalim sa konjicom i narodnom vojskom
i počeše rasterivati graditelje. I zaustavi se gradnja Jerusalimskog hrama do druge godine carevanja Darija, cara Persijskog.