2. Dnevnika 9

Stari zavet

1

A carica Savska ču glas o Solomunu, pa dođe u Jerusalim da iskuša Solomuna zagonetkama sa silnom pratnjom i s kamilama koje nošahu mirisa i zlata vrlo mnogo i dragog kamenja; i došavši k Solomunu govori s njim o svemu što joj bješe u srcu.

ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ ἦλθε τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος καὶ χρυσίον καὶ λίθον τίμιον καὶ ἦλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα, ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.

0
2

I Solomun joj odgovori na sve riječi njezine; ne bješe od cara sakriveno ništa da joj ne bi odgovorio.

καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς καὶ οὐ παρῆλθε λόγος ἀπὸ Σαλωμών, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.

0
3

A kad carica Savska vidje mudrost Solomunovu i dom koji bješe sazidao,

καὶ εἶδε βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε,

0
4

I jela na stolu njegovu, i stanove sluga njegovijeh i dvorbu dvorana njegovijeh i odijelo njihovo, i peharnike njegove i njihovo odijelo, i njegove žrtve paljenice koje prinošaše u domu Gospodnjem, ona dođe izvan sebe,

καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.

0
5

Pa reče caru: istina je što sam čula u svojoj zemlji o stvarima tvojim i o mudrosti tvojoj.

καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου,

0
6

Ali ne htjeh vjerovati što govorahu dokle ne dođem i vidim svojim očima; a gle, ni pola mi nije kazano o velikoj mudrosti tvojoj; nadvisio si glas koji sam slušala.

καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου, προσέθηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα.

0
7

Blago ljudima tvojim i blago svijem slugama tvojim, koje jednako stoje pred tobom i slušaju mudrost tvoju.

μακάριοι οἱ ἄνδρες σου, μακάριοι οἱ παῖδες οὗτοι οἱ παρεστηκότες σοι διαπαντὸς καὶ ἀκούοντες τὴν σοφίαν σου·

0
8

Da je blagosloven Gospod Bog tvoj, kojemu si omilio, te te posadi na prijesto svoj da caruješ mjesto Gospoda Boga svojega; jer Bog tvoj ljubi Izrailja da bi ga utvrdio dovijeka, zato im postavi tebe carem da sudiš i dijeliš pravicu.

ἔστω Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα Κυρίῳ Θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέ σε ἐπ' αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.

0
9

Potom dade caru sto i dvadeset talanata zlata i vrlo mnogo mirisa i dragoga kamenja; nigda više ne bi takvih mirisa kakve dade carica Savska caru Solomunu.

καὶ ἔδωκε τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (10 καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Χιρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον·

0
10

I sluge Hiramove i sluge Solomunove koje donesoše zlata iz Ofira, dovezoše drveta almugima i dragoga kamenja.

0
11

I načini car od toga drveta almugima put u dom Gospodnji i u dom carev, i gusle i psaltire za pjevače; nigda se prije nijesu vidjele take stvari u zemlji Judinoj.

καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα).

0
12

A car Solomun dade carici Savskoj što god zaželje i zaiska osim uzdarja za ono što bješe donijela caru. Potom ona otide i vrati se u zemlju svoju sa slugama svojim.

καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς, ἃ ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκε τῷ βασιλεῖ Σαλωμών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.

0
13

A zlata što dohođaše Solomunu svake godine bješe šest stotina i šezdeset i šest talanata,

Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξηκονταὲξ τάλαντα χρυσίου,

0
14

Osim onoga što donošahu trgovci i oni koji prodavahu mirise; i svi carevi arapski i glavari zemaljski donošahu Solomunu zlato i srebro.

πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς, πάντες ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών.

0
15

I načini car Solomun dvjesta štitova od kovanoga zlata, šest stotina sikala kovanoga zlata dajući na jedan štit,

καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·

0
16

I tri stotine malijeh štitova od kovanoga zlata, dajući trista sikala zlata na jedan štitić. I ostavi ih car u domu od šume Livanske.

καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην· καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.

0
17

I načini car velik prijesto od slonove kosti, i obloži ga čistijem zlatom.

καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφαντίνων ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·

0
18

A bijaše šest basamaka u prijestola, i podnožje od zlata sastavljeno s prijestolom, i ručice s obje strane sjedišta, i dva lava stajahu pokraj ručica.

καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας,

0
19

I dvanaest lavova stajaše na šest basamaka otud i odovud. Ne bi taki načinjen ni u kojem carstvu.

καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ τῇ βασιλείᾳ.

0
20

I svi sudovi iz kojih pijaše car Solomun bijahu zlatni, i svi sudovi u domu od šume Livanske bijahu od čistoga zlata; od srebra ne bješe ništa; srebro bješe ništa za vremena Solomunova.

καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν·

0
21

Jer careve lađe hođahu u Tarsis sa slugama Hiramovijem: jedanput u tri godine vraćahu se lađe Tarsiske donoseći zlato i srebro, slonove kosti i majmune i paune.

ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεῖς μετὰ τῶν παίδων Χιράμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεῖς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.

0
22

Tako car Solomun bijaše veći od svijeh careva zemaljskih bogatstvom i mudrošću.

καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.

0
23

I svi carevi zemaljski tražahu da vide Solomuna da čuju mudrost njegovu, koju mu dade Gospod u srce.

καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ, ἧς ἔδωκεν ὁ Θεὸς ἐν καρδίᾳ αὐτοῦ.

0
24

I donošahu mu svi dare, sudove srebrne i sudove zlatne, i haljine i oružje i mirise, konje i mazge svake godine,

καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν.

0
25

Tako da imaše Solomun četiri tisuće staja za konje i kola, i dvanaest tisuća konjika, koje namjesti po gradovima gdje mu bijahu kola i kod sebe u Jerusalimu.

καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.

0
26

I vladaše nad svijem carevima od rijeke do zemlje Filistejske i do međe Misirske.

καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

0
27

I učini car, te u Jerusalimu bješe srebra kao kamena, a kedrovijeh drva kao divljih smokava koje rastu po polju, tako mnogo.

καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

0
28

I dovođahu Solomunu konje iz Misira i iz svijeh zemalja.

καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.

0
29

A ostala djela Solomunova prva i pošljednja nijesu li zapisana u knjizi Natana proroka i u proročanstvu Ahije Silomljanina i u utvari Ida vidioca o Jerovoamu sinu Navatovu?

Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμὼν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχιὰ τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ.

0
30

A carova Solomun u Jerusalimu nad svijem Izrailjem četrdeset godina.

καὶ ἐβασίλευσε Σαλωμὼν ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.

0
31

I počinu Solomun kod otaca svojih, i pogreboše ga u gradu Davida oca njegova; a na njegovo mjesto zacari se Rovoam sin njegov.

καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

0