2. Dnevnika 6

Stari zavet

1

Tada reče Solomun: Gospod je rekao da će nastavati u mraku.

ΤΟΤΕ εἶπε Σαλωμών· Κύριος εἶπε τοῦ κατασκηνῶσαι ἐν γνόφῳ·

0
2

A ja sazidah dom tebi za stan i mjesto da u njemu nastavaš dovijeka.

καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.

0
3

I okrenuvši se licem svojim car blagoslovi sav zbor Izrailjev, a sav zbor Izrailjev stajaše.

καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησε τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ παρειστήκει.

0
4

I reče: blagosloven da je Gospod Bog Izrailjev, koji je govorio svojim ustima Davidu ocu mojemu i ispunio rukom svojom, govoreći:

καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὡς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων·

0
5

Od onoga dana kad izvedoh narod svoj iz zemlje Misirske, ne izabrah grada među svijem plemenima Izrailjevijem da se sazida dom gdje bi bilo ime moje, niti izabrah čovjeka koji bi bio vođ narodu mojemu Izrailju,

ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τό ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·

0
6

Nego izabrah Jerusalim da u njemu bude ime moje, i izabrah Davida da bude nad narodom mojim Izrailjem.

καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

0
7

I naumi David otac moj da sazida dom imenu Gospoda Boga Izrailjeva.

καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ,

0
8

Ali Gospod reče Davidu ocu mojemu: što si naumio sazidati dom imenu mojemu, dobro si učinio što si to naumio.

καὶ εἶπε Κύριος πρὸς Δαυὶδ πατέρα μου· διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου·

0
9

Ali nećeš ti sazidati toga doma, nego sin tvoj koji će izaći iz bedara tvojih, on će sazidati dom imenu mojemu.

πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου, ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

0
10

I tako ispuni Gospod riječ svoju koju je rekao, jer ustah na mjesto oca svojega Davida i sjedoh na prijesto Izrailjev, kao što je rekao Gospod, i sazidah ovaj dom imenu Gospoda Boga Izrailjeva.

καὶ ἀνέστησε Κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησε, καὶ ἐγενήθην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ

0
11

I namjestih ovdje kovčeg, u kom je zavjet Gospodnji što je učinio sa sinovima Izrailjevijem.

καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτόν, ἐν ᾗ ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ.

0
12

Potom stade Solomun pred oltar Gospodnji pred svijem zborom Izrailjevijem, i podiže ruke svoje.

Καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ·

0
13

A bješe načinio Solomun podnožje od mjedi i metnuo ga nasred trijema, pet lakata dugo i pet lakata široko, a tri lakta visoko; pa stade na nj, i kleče na koljena pred svijem zborom Izrailjevijem, i podiže ruke svoje k nebu.

ὅτι ἐποίησε Σαλωμὼν βάσιν χαλκῆν καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πήχεων τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔστη ἐπ' αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν

0
14

I reče: Gospode Bože Izrailjev! nema Boga takoga kakav si ti ni na nebu ni na zemlji, koji čuvaš zavjet i milost slugama svojim, koje hode pred tobom svijem srcem svojim;

καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισί σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ.

0
15

Koji si ispunio sluzi svojemu Davidu ocu mojemu što si mu rekao; što si ustima svojim rekao to si rukom svojom ispunio, kao što se vidi danas.

ἃ ἐφύλαξας τῷ παιδί σου Δαυὶδ τῷ πατρί μου, ἃ ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.

0
16

Sada dakle, Gospode Bože Izrailjev, drži Davidu ocu mojemu što si mu rekao govoreći: neće ti nestati čovjeka ispred mene koji bi sjedio na prijestolu Izrailjevu, samo ako uščuvaju sinovi tvoji put svoj hodeći po zakonu mojemu, kao što si ti hodio preda mnom.

καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, φύλαξον τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύθης ἐναντίον μου.

0
17

Sada dakle, Gospode Bože Izrailjev, neka se potvrdi riječ tvoja koju si rekao sluzi svojemu Davidu.

καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυίδ,

0
18

Ali hoće li doista Bog stanovati s čovjekom na zemlji? Eto, nebo, i nebesa nad nebesima ne mogu te obuhvatiti, akamoli ovaj dom što ga sazidah.

ὅτι εἰ ἀληθῶς κατοικήσει Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, καὶ τίς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα;

0
19

Ali pogledaj na molitvu sluge svojega i na molbu njegovu, Gospode Bože moj, čuj viku i molitvu kojom ti se danas moli sluga tvoj.

καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον,

0
20

Da budu oči tvoje otvorene nad domom ovijem danju i noću, nad ovijem mjestom, gdje si rekao da ćeš namjestiti ime svoje, da čuješ molitvu kojom će se moliti sluga tvoj na ovom mjestu.

τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς, ἧς προσεύχεται ὁ παῖς σου εἰς τὸν τόπον τοῦτον.

0
21

Čuj molbe sluge svojega i naroda svojega Izrailja, kojima će se moliti na ovom mjestu, čuj s mjesta gdje stanuješ, s neba, čuj i smiluj se.

καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.

0
22

Kad ko zgriješi bližnjemu svojemu, te mu se da zakletva, da se zakune, i zakletva dođe pred tvoj oltar u ovom domu,

ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπ' αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,

0
23

Ti čuj s neba, i učini, i sudi slugama svojim plaćajući krivcu i djela njegova obraćajući na njegovu glavu, a pravoga pravdajući i plaćajući mu po pravdi njegovoj.

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.

0
24

I kad se razbije pred neprijateljem narod tvoj Izrailj zato što ti zgriješe, pa se obrate i dadu slavu imenu tvojemu i pomole ti se i zamole te u ovom domu,

καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ἰσραὴλ κατέναντι τοῦ ἐχθροῦ, ἐὰν ἁμάρτωσί σοι, καὶ ἐπιστρέψωσι καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ,

0
25

Ti čuj s neba, i oprosti grijeh narodu svojemu Izrailju, i dovedi ih opet u zemlju, koju si dao njima i ocima njihovijem.

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ἰσραὴλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.

0
26

Kad se zatvori nebo, te ne bude dažda zato što zgriješe tebi, pa ti se zamole na ovom mjestu i dadu slavu imenu tvojemu i od grijeha se svojega obrate, kad ih namučiš,

ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσι τὸ ὄνομά σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτούς,

0
27

Ti čuj s neba, i oprosti grijeh slugama svojim i narodu svojemu Izrailju pokazav im put dobri kojim će hoditi, i pusti dažd na zemlju svoju koju si dao narodu svojemu u našljedstvo.

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθήν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.

0
28

Kad bude glad u zemlji, kad bude pomor, suša ili medljika, skakavci ili gusjenice kad budu, ili ga stegne neprijatelj njegov u zemlji njegovoj vlastitoj, ili kako god zlo i kaka god bolest,

λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πάντα πόνον,

0
29

Svaku molbu i svaku molitvu, koja bude od koga god čovjeka ili od svega naroda tvojega Izrailja, ko pozna muku svoju i bol svoj i podigne ruke svoje u ovom domu,

καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις, ἣ ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραήλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἀφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,

0
30

Ti čuj s neba, iz stana svojega, i oprosti i podaj svakome po putovima njegovijem, što znaš u srcu njegovu, jer ti sam znaš srca sinova čovječijih;

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων,

0
31

Da te se boje hodeći putovima tvojim dokle su god živi na zemlji, koju si dao ocima našim.

ὅπως φοβῶνται πάσας ὁδούς σου πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ πρόσωπον τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

0
32

I inostranac koji nije od naroda tvojega Izrailja, nego dođe iz daleke zemlje imena radi tvojega velikoga i ruke tvoje krjepke i mišice tvoje podignute, kad dođe i pomoli se u ovom domu,

καὶ πᾶς ἀλλότριος, ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ἰσραήλ ἐστιν αὐτὸς καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσι καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,

0
33

Ti čuj s neba, iz stana svojega, i učini sve za što poviče k tebi onaj stranac, da bi poznali svi narodi na zemlji ime tvoje i bojali se tebe kao narod tvoj Izrailj, i da bi znali da je ime tvoje prizvano nad ovaj dom, koji sazidah.

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ἰσραὴλ καὶ τοῦ γνῶναι ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.

0
34

Kad narod tvoj izide na vojsku na neprijatelje svoje putem kojim ga pošlješ, i pomole ti se okrenuvši se ka gradu ovomu, koji si izabrao, i k ovomu domu, koji sam sazidao imenu tvojemu,

ἐὰν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρός σε κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης, ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,

0
35

Čuj s neba molbu njihovu i molitvu njihovu, i dobavi im pravicu.

καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.

0
36

Kad ti zgriješe, jer nema čovjeka koji ne griješi, i razgnjevivši se na njih daš ih neprijateljima, te ih zarobe i odvedu u zemlju daljnu ili koja je blizu,

ὅτι ἁμαρτήσονταί σοι (ὅτι οὐκ ἔσται ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται) καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν αὐτοὺς οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς

0
37

Ako se dozovu u zemlji u koju budu odvedeni u ropstvo, i obrate se i stanu ti se moliti u zemlji ropstva svojega, i reku: sagriješismo i zlo učinismo i skrivismo;

καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν, οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες· ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν,

0
38

I tako se obrate k tebi svijem srcem svojim i svom dušom svojom u zemlji ropstva svojega, u koju budu odvedeni u ropstvo, i pomole ti se okrenuvši se k zemlji svojoj, koju si dao ocima njihovijem, i ka gradu, koji si izabrao, i k domu, koji sam sazidao imenu tvojemu,

καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,

0
39

Tada čuj s neba, iz stana svojega, molbu njihovu i molitvu njihovu, i dobavi im pravicu, i oprosti narodu svojemu što ti budu zgriješili.

καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτῶντί σοι.

0
40

Tako, Bože moj, neka budu oči tvoje otvorene i uši tvoje prignute na molbu u ovom mjestu.

καὶ νῦν, Κύριε, ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα ἐπὶ τὴν δέησιν τοῦ τόπου τούτου.

0
41

I tako, stani, Gospode Bože, na počivalištu svojem, ti i kovčeg sile tvoje; sveštenici tvoji, Gospode Bože, neka se obuku u spasenje, i sveci tvoji neka se raduju dobru.

καὶ νῦν ἀνάστηθι, Κύριε ὁ Θεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου. οἱ ἱερεῖς σου, Κύριε ὁ Θεός, ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.

0
42

Gospode Bože, nemoj odvratiti lica svojega od pomazanika svojega; opominji se milosti obećane Davidu sluzi tvojemu.

Κύριε ὁ Θεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσθητι τὰ ἐλέη Δαυὶδ τοῦ δούλου σου.

0