Stari zavet
Bijaše Amasiji dvadeset i pet godina kad poče carovati, i carova dvadeset i devet godina u Jerusalimu. Materi mu bješe ime Joadana iz Jerusalima.
ΩΝ εἴκοσι καὶ πέντε ἐτῶν ἐβασίλευσεν Ἀμασίας καὶ εἰκοσιεννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωαδὲν ἀπὸ Ἱερουσαλήμ.
On činjaše što je pravo pred Gospodom, ali ne cijelijem srcem.
καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλ' οὐκ ἐν καρδίᾳ πλήρει.
I kad se utvrdi u carstvu, pobi sluge svoje koji ubiše cara oca njegova.
καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσε τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ·
Ali sinova njihovijeh ne pogubi, nego učini kako piše u zakonu, u knjizi Mojsijevoj, gdje je zapovjedio Gospod govoreći: ocevi da ne ginu za sinove, ni sinovi za oceve, nego svaki za svoj grijeh neka gine.
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινε κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ' ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
Iza toga skupi Amasija narod Judin, i postavi po domovima otačkim tisućnike i stotinike po svoj zemlji Judinoj i Venijaminovoj, i izbroji ih od dvadeset godina i više, i nađe ih trista tisuća vojnika izabranijeh, koji nošahu koplje i štit.
καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰούδα καὶ ἀνέστησεν αὐτοὺς κατ' οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰούδᾳ καὶ Ἱερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς κρατοῦντας δόρυ καὶ θυρεόν.
I jošte najmi između Izrailjaca sto tisuća hrabrijeh ljudi za sto talanata srebra.
καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου.
Ali dođe mu čovjek Božji i reče: care, da ne ide s tobom vojska Izrailjska, jer Gospod nije s Izrailjcima niti sa sinovima Jefremovijem.
καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς αὐτὸν λέγων· βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστι Κύριος μετά Ἰσραήλ, πάντων τῶν υἱῶν Ἐφραίμ.
Nego idi ti, i budi hrabar u boju; inače će te oboriti Bog pred neprijateljem, jer Bog može i pomoći i oboriti.
ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶ παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.
Tada reče Amasija čovjeku Božijemu: a šta će biti od sto talanata što sam dao vojsci Izrailjevoj? A čovjek Božji reče: ima Gospod da ti da više od toga.
καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.
I tako odvoji Amasija vojsku što mu bješe došla od Jefrema da otidu u svoje mjesto; a oni se vrlo rasrdiše na Judu, i vratiše se u svoje mjesto s velikim gnjevom.
καὶ διεχώρισεν Ἀμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραὶμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.
A Amasija oslobodivši se povede narod svoj i otide u slanu dolinu, i pobi deset tisuća sinova Sirovijeh;
καὶ Ἀμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας·
I deset tisuća živijeh zarobiše Judejci, i odvedoše na vrh stijene, i pobacaše ih sa vrh stijene da se svi raspadoše.
καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
A vojnici koje Amasija posla natrag da ne idu s njim u boj, navališe na gradove Judine od Samarije do Vet-Orona, i pobiše po njima tri tisuće, i zaplijeniše velik plijen.
καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Ἀμασίας τοῦ μὴ πορευθῆναι μετ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρὼν καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.
A kad se vrati Amasija razbivši Idumeje, donese bogove sinova Sirovijeh, i postavi ih sebi za bogove, i klanjaše im se i kađaše im.
καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασίαν πατάξαντα τὴν Ἰδουμαίαν καὶ ἤνεγκε πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηεὶρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτὸς αὐτοῖς ἔθυε.
Tada se razgnjevi Gospod na Amasiju, i posla k njemu proroka, koji mu reče: zašto tražiš bogove toga naroda, koji ne izbaviše svojega naroda iz tvoje ruke?
καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην καὶ εἶπεν αὐτῷ· τί ἐζήτησας τοὺς Θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου;
I kad govoraše caru, on mu reče: jesi li postavljen caru za savjetnika? prestani; zašto da pogineš? I tako presta prorok, ali reče: znam da te je Bog naumio istrijebiti kad to radiš a ne slušaš svjeta mojega.
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν, ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
Tada smisli Amasija car Judin, i posla k Joasu sinu Joahaza sina Jujeva, caru Izrailjevu, i poruči: hodi da se ogledamo.
καὶ ἐβουλεύσατο Ἀμασίας ὁ βασιλεὺς Ἰούδα καὶ ἀπέστειλε πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰηοὺ βασιλέα Ἰσραὴλ λέγων· δεῦρο καὶ ὀφθῶμεν προσώποις.
A Joas car Izrailjev posla k Amasiji caru Judinu i poruči mu: trn na Livanu posla ka kedru na Livanu, i poruči: daj svoju kćer sinu mojemu za ženu. Ali naiđe zvijerje Livansko i izgazi trn.
καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασίαν βασιλέα Ἰούδα λέγων· ὁ ἀχοὺχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τά θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθον τὰ θηρία καὶ κατεπάτησαν τὸν ἀχούχ.
Veliš, pobio si Edomce, pa se ponese srce tvoje, i tražiš slave; sjedi kod kuće svoje; zašto bi se zapletao u zlo da padneš i ti i Juda s tobom?
εἶπας· ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
Ali ne posluša Amasija, jer od Gospoda to bi da ih da u ruke neprijatelju, što tražiše bogove Edomske.
καὶ οὐκ ἤκουσεν Ἀμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν Ἰδουμαίων.
I otide Joas car Izrailjev, i ogledaše se, on i Amasija car Judin, u Vet-Semesu Judinu.
καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμύς, ἥ ἐστι τοῦ Ἰούδα.
Ali Judu razbi Izrailj, te pobjegoše svaki ka svojemu šatoru.
καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ.
A Amasiju cara Judina sina Joasa sina Joahazova uhvati Joas car Izrailjev u Vet-Semesu, i odvede ga u Jerusalim; i obori zid Jerusalimski od vrata Jefremovijeh do vrata na uglu, četiri stotine lakata.
καὶ τὸν Ἀμασίαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς υἱοῦ Ἰωάχαζ κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλήμ, ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·
I uze sve zlato i srebro i sve posuđe što se nađe u domu Božijem u Ovid-Edoma i u riznici doma carskoga, i taoce, pa se vrati u Samariju.
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ Ἀβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
I poživje Amasija sin Joasov car Judin po smrti Joasa sina Joahaza cara Izrailjeva petnaest godina.
καὶ ἔζησεν Ἀμασίας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωάχαζ βασιλέα Ἰσραὴλ ἔτη δεκαπέντε.
A ostala djela Amasijina prva i pošljednja, eto nijesu li zapisana u knjizi o carevima Judinijem i Izrailjevijem?
καὶ οἱ λοιποὶ λόγοι Ἀμασίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ;
I pošto Amasija otstupi od Gospoda, digoše bunu na nj u Jerusalimu, a on pobježe u Lahis. Ali poslaše za njim u Lahis, i ubiše ga ondje.
καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
I donesoše ga na konjma i pogreboše ga kod otaca njegovijeh u gradu Judinu.
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.