Stari zavet
I naumi Solomun da zida dom imenu Gospodnjemu i dom carski sebi.
ΚΑΙ εἶπε Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
I odbroji Solomun sedamdeset tisuća nosilaca i osamdeset tisuća koji će tesati u gori, i tri tisuće i šest stotina nastojnika nad njima.
καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ' αὐτῶν τρισχίλιοι ἑξακόσιοι.
I posla Solomun ka Hiramu caru Tirskom i poruči mu: kako si činio Davidu ocu mojemu i slao mu drva kedrovijeh da zida sebi kuću gdje će sjedjeti, učini tako i meni.
καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου λέγων· ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
Evo rad sam zidati dom imenu Gospoda Boga svojega da mu ga posvetim da se kadi pred njim kadom mirisnijem i da se postavljaju hljebovi vazda i da se prinose žrtve paljenice jutrom i večerom, i u subote i na mladine i na praznike Gospoda Boga našega, što treba da biva u Izrailju dovijeka.
καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωΐ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.
A dom koji ću zidati biće velik, jer je Bog naš veći od svijeh bogova.
καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ μέγας, ὅτι μέγας Κύριος ὁ Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
A ko bi mogao njemu sazidati dom kad ga nebo i nebesa nad nebesima ne mogu obuhvatiti? i ko sam ja da mu sazidam dom? nego samo da se kadi pred njim.
καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴν δόξαν αὐτοῦ. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ' ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.
Tako sada pošlji mi čovjeka vješta, koji umije raditi od zlata i od srebra i od mjedi i od gvožđa i od skerleta i od crvca i od porfire, i koji zna rezati, da radi s umjetnicima koje imam kod sebe u Judeji i u Jerusalimu, koje je dobavio David otac moj.
καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ' ἐμοῦ ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλήμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.
I pošlji mi drva kedrovijeh i jelovijeh i almugima s Livana, jer znam da sluge tvoje umiju sjeći drva Livanska; a evo sluge će moje biti s tvojim slugama,
καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
Da mi priprave mnogo drva, jer dom što ću zidati biće velik i divan.
πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.
A evo, poslenicima koji će sjeći drvo, slugama tvojim, daću pšenice ovršene dvadeset tisuća kora, i dvadeset tisuća kora ječma, i vina dvadeset tisuća vata, i ulja dvadeset tisuća vata.
καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
I odgovori Hiram car Tirski u knjizi koju posla Solomunu: što Gospod ljubi svoj narod zato te postavi carem nad njim.
καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέ σε ἐπ' αὐτοὺς βασιλέα.
I govoraše Hiram: blagosloven da je Gospod Bog Izrailjev, koji je stvorio nebo i zemlju, što je dao caru Davidu sina mudra, pametna i razumna, koji će sazidati dom Gospodu i carski dom sebi.
καὶ εἶπε Χιράμ· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
Šaljem ti dakle čovjeka vješta i razumna, Hirama Aviva,
καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου (14 ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δάν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος) εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ καὶ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.
Sina jedne žene između kćeri Danovijeh, kojemu je otac bio Tirac; on umije raditi od zlata i od srebra, od mjedi, od gvožđa, od kamena i od drveta, od skerleta, od porfire i od tankoga platna i od crvca, i rezati svašta, i izmisliti svašta vješto što mu se da, neka radi s tvojim umjetnicima i s umjetnicima gospodara mojega Davida oca tvojega.
Neka dakle pšenicu i ječam, ulje i vino, što je rekao gospodar moj, pošlje slugama svojim.
καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
A mi ćemo nasjeći drva na Livanu koliko ti god treba, i spustićemo ih u splavovima morem u Jopu, a ti ih odande vozi u Jerusalim.
καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἱερουσαλήμ.
Tada Solomun izbroji sve inostrance koji bijahu u zemlji Izrailjevoj poslije brojenja kad ih izbroji David otac njegov, i nađe ih se sto i pedeset i tri tisuće i šest stotina;
καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
I odredi od njih sedamdeset tisuća koji će nositi, i osamdeset tisuća koji će tesati u planini, a tri tisuće i šest stotina nastojnika da nastoje da radi narod.
καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.