2. Carevima 7

Stari zavet

1

Tada reče Jelisije: čujte riječ Gospodnju: tako veli Gospod: sjutra će u ovo doba biti mjera bijeloga brašna za sikal a dvije mjere ječma za sikal na vratima Samarijskim.

ΚΑΙ εἶπεν Ἑλισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.

0
2

A vojvoda, na kojega se ruku car naslanjaše, odgovori čovjeku Božijemu i reče: da Gospod načini okna na nebu, bi li moglo to biti? A Jelisije reče: eto, ti ćeš vidjeti svojim očima, ali ga nećeš jesti.

καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ.

0
3

A bijahu na vratima četiri čovjeka gubava, i rekoše jedan drugomu: što sjedimo ovdje da umremo?

καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν;

0
4

Da rečemo: da uđemo u grad, glad je u gradu, te ćemo umrijeti ondje: a da ostanemo ovdje, opet ćemo umrijeti; nego hajde da uskočimo u oko Sirski: ako nas ostave u životu, ostaćemo u životu, ako li nas pogube, poginućemo.

ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.

0
5

I tako ustavši u sumrak pođoše u oko Sirski, i dođoše do kraja okola Sirskoga, i gle, ne bješe nikoga.

καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.

0
6

Jer Gospod učini te se u okolu Sirskom ču lupa kola i konja i velike vojske, te rekoše jedan drugomu: eto car je Izrailjev najmio na nas careve Hetejske i careve Misirske da udare na nas.

καὶ κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ· νῦν ἐμισθώσατο ἐφ᾿ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ᾿ ἡμᾶς.

0
7

Te se podigoše i pobjegoše po mraku ostavivši šatore svoje i konje svoje i magarce svoje i oko kao što je bio, i pobjegoše radi duša svojih.

καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.

0
8

Pa kad dođoše gubavci na kraj okola, uđoše u jedan šator, i najedoše se i napiše se, i pokupiše iz njega srebro i zlato i haljine, i otidoše te sakriše. Pa se vratiše i uđoše u drugi šator, pa pokupiše i iz njega, i otidoše te sakriše.

καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ᾖραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν· καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν.

0
9

Tada rekoše među sobom: ne radimo dobro; ovaj je dan dan dobrijeh glasova; a mi šutimo. Ako uščekamo do zore, stignuće nas bezakonje. Zato sada hajde da idemo i javimo domu carevu.

καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστί, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωΐ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.

0
10

I tako došavši dozvaše vratara gradskoga i kazaše mu govoreći: idosmo u oko Sirski, i gle, nema nikoga, ni glasa čovječijega; nego konji povezani i magarci povezani, i šatori kako su bili.

καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες· εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί.

0
11

A on dozva ostale vratare, i javiše u dom carev.

καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.

0
12

A car ustavši po noći reče slugama svojim: kazaću vam sada šta su nam učinili Sirci. Znadu da gladujemo, zato otidoše iz okola da se sakriju u polju govoreći: kad izidu iz grada, pohvataćemo ih žive i ući ćemo u grad.

καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ· ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ὑμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες· ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα.

0
13

A jedan od sluga njegovijeh odgovori i reče: da uzmemo pet ostalijeh konja što još ima u gradu; gle, to je sve što je ostalo od mnoštva konja Izrailjskih; to je sve što nije izginulo od mnoštva konja Izrailjskih; da pošljemo da vidimo.

καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε· λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα.

0
14

I uzeše dva konja kolska, koje posla car za vojskom Sirskom, govoreći: idite i vidite.

καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων· δεῦτε καὶ ἴδετε.

0
15

I otidoše za njima do Jordana, i gle, po svemu putu bijaše puno haljina i sudova, koje pobacaše Sirci u hitnji. Tada se vratiše poslanici i javiše caru.

καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.

0
16

Tada izide narod i razgrabi oko Sirski; i bješe mjera bijeloga brašna za sikal, i dvije mjere ječma za sikal, po riječi Gospodnjoj.

καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ρῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.

0
17

I car postavi na vrata onoga vojvodu, na kojega se ruku naslanjaše, a narod ga izgazi na vratima, te umrije, po riječi čovjeka Božijega, koju reče kad car k njemu dođe.

καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.

0
18

Jer kad čovjek Božji reče caru: dvije mjere ječma za sikal i mjera bijeloga brašna za sikal biće sjutra u ovo doba na vratima Samarijskim,

καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα λέγων· δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας·

0
19

A onaj vojvoda odgovori čovjeku Božijemu govoreći: da Gospod načini okna na nebu, bi li moglo biti što kažeš? A Jelisije reče: ti ćeš vidjeti svojim očima, ali ga nećeš jesti.

καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.

0
20

I zbi mu se to, jer ga izgazi narod na vratima, te umrije.

καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε.

0