2. Carevima 5

Stari zavet

1

I bješe Neman vojvoda cara Sirskoga čovjek velik u gospodara svojega i u časti, jer preko njega sačuva Gospod Siriju; ali taj veliki junak bješe gubav.

ΚΑΙ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος.

0
2

A iz Sirije izide četa i zarobi u zemlji Izrailjskoj malu djevojku, te ona služaše ženu Nemanovu.

καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν.

0
3

I ona reče svojoj gospođi: o da bi moj gospodar otišao k proroku u Samariji! on bi ga oprostio od gube.

ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

0
4

Tada on otide k svome gospodaru i javi mu govoreći: tako i tako kaže djevojka iz zemlje Izrailjske.

καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ.

0
5

A car Sirski reče mu: hajde idi, a ja ću poslati knjigu caru Izrailjevu. I on otide, i ponese deset talanata srebra i šest tisuća sikala zlata i desetore stajaće haljine.

καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.

0
6

I odnese knjigu caru Izrailjevu, koja ovako govoraše: eto, kad ti dođe ova knjiga, znaj da šaljem k tebi Nemana slugu svojega da ga oprostiš gube.

καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

0
7

A kad car Izrailjev pročita knjigu, razdrije haljine svoje i reče: zar sam ja Bog da mogu ubiti i povratiti život, te šalje k meni da oprostim čovjeka gube? Pazite i vidite kako traži zadjevice sa mnom.

καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.

0
8

A kad ču Jelisije čovjek Božji da je car Izrailjev razdro haljine svoje, posla k caru i poruči: zašto si razdro haljine svoje? neka dođe k meni, da pozna da ima prorok u Izrailju.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἑλισαιὲ ὅτι διέρρηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· ἱνατὶ διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν Ἰσραήλ.

0
9

I tako dođe Neman s konjma i kolima svojim, i stade na vratima doma Jelisijeva.

καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἑλισαιέ.

0
10

A Jelisije posla k njemu i poruči: idi i okupaj se sedam puta u Jordanu, i ozdraviće tijelo tvoje, i očistićeš se.

καὶ ἀπέστειλεν Ἑλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ.

0
11

Tada se rasrdi Neman i pođe govoreći: gle! ja mišljah, on će izaći k meni, i staće, i prizvaće ime Gospoda Boga svojega, i metnuti ruku svoju na mjesto, i očistiti gubu.

καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·

0
12

Nijesu li Avana i Farfar vode u Damasku bolje od svijeh voda Izrailjskih? ne bih li se mogao u njima okupati i očistiti? I okrenuvši se otide gnjevan.

οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ.

0
13

Ali sluge njegove pristupivši rekoše mu govoreći: oče, da ti je kazao prorok što veliko, ne bi li učinio? a zašto ne bi kad ti reče: okupaj se, pa ćeš se očistiti?

καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.

0
14

I tako siđe, i zaroni u Jordan sedam puta po riječi čovjeka Božijega, i tijelo njegovo posta kao u maloga djeteta, i očisti se.

καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα Ἑλισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.

0
15

Tada se vrati k čovjeku Božijemu sa pratnjom svojom, i došav stade pred njim, i reče: evo sad vidim da nema Boga nigdje na zemlji do u Izrailju. Nego uzmi dar od sluge svojega.

καὶ ἐπέστρεψε πρὸς Ἑλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.

0
16

Ali on reče: tako da je živ Gospod, pred kojim stojim, neću uzeti. I on navaljivaše na nj da uzme; ali on ne htje.

καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε.

0
17

Tada reče Neman: kad nećeš, a ono neka se da sluzi tvojemu ove zemlje koliko mogu ponijeti dvije mazge. Jer sluga tvoj neće više prinositi žrtava paljenica ni drugih žrtava drugim bogovima, nego Gospodu.

καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ·

0
18

A Gospod neka oprosti ovo sluzi tvojemu: kad gospodar moj uđe u dom Rimonov da se pokloni ondje, pa se prihvati za moju ruku, da se i ja poklonim u domu Rimonovu, neka oprosti Gospod sluzi tvojemu kad se tako poklonim u domu Rimonovu.

καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ.

0
19

A on mu reče: idi s mirom. I on otide od njega, i prijeđe jedno potrkalište.

καὶ εἶπεν Ἑλισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.

0
20

Tada reče Gijezije sluga Jelisija čovjeka Božijega: gle, gospodar moj ne htje primiti iz ruku toga Nemana Sirca što bješe donio. Ali tako da je živ Gospod, potrčaću za njim i uzeću što od njega.

καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἑλισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι.

0
21

I Gijezije otrča za Nemanom. A kad ga vidje Neman gdje trči za njim, skoči s kola svojih i srete ga, pa mu reče: je li dobro?

καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη·

0
22

A on reče: dobro je. Gospodar moj posla me da ti kažem: evo, baš sad dođoše k meni dva mladića iz gore Jefremove, proročki sinovi, daj za njih talanat srebra i dvoje stajaće haljine.

ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.

0
23

A Neman reče: uzmi i dva talanta. I natjera ga; i sveza dva talanta srebra u dva toboca, i dvoje stajaće haljine, i dade dvojici momaka svojih, da nose pred njim.

καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ.

0
24

A on kad dođe na brdo, uze iz ruku njihovijeh i ostavi u jednoj kući, a ljude otpusti, te otidoše.

καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας.

0
25

Potom došavši stade pred gospodarom svojim. A Jelisije mu reče: otkle Gijezije? A on reče: nije išao sluga tvoj nikuda.

καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.

0
26

Ali mu on reče: zar srce moje nije išlo onamo kad se čovjek vrati s kola svojih preda te? Zar je to bilo vrijeme uzimati srebro i uzimati haljine, maslinike, vinograde, ovce, goveda, sluge i sluškinje?

καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·

0
27

Zato guba Nemanova neka prione za te i za sjeme tvoje dovijeka. I otide od njega gubav, bio kao snijeg.

καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

0