2. Carevima 11

Stari zavet

1

A Gotolija mati Ohozijina vidjevši da joj pogibe sin usta i pobi sav rod carski.

ΚΑΙ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας.

0
2

Ali Josaveja kći cara Jorama sestra Ohozijina, uze Joasa sina Ohozijina, i ukrade ga između sinova carevijeh, koje ubijahu, i s dojkinjom njegovom sakri ga od Gotolije u ložnicu, te ne pogibe.

καὶ ἔλαβεν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη.

0
3

I bi sakriven s njom u domu Gospodnjem šest godina, a Gotolija carovaše u zemlji.

καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς.

0
4

A sedme godine posla Jodaj i dozva stotinike i vojvode i vojnike, i uvede ih k sebi u dom Gospodnji, i uhvati vjeru s njima, i zakle ih u domu Gospodnjem, i pokaza im sina careva.

καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ἰωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ρασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς Ἰωδαὲ τὸν υἱὸν τοῦ βασιλέως

0
5

I zapovjedi im govoreći: ovo učinite: vas trećina, koji dolazite u subotu, neka čuvaju stražu u dvoru carskom.

καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε·

0
6

A trećina neka bude na vratima Surskim, a trećina na vratima koja su iza vojnika; i čuvajte dom od sile.

τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου.

0
7

A dva dijela vas svijeh koji odlaze u subotu neka čuvaju stražu u domu Gospodnjem oko cara.

καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα·

0
8

I opkolite cara svaki sa svojim oružjem u ruci, i ko bi navalio među vrste neka se pogubi, i budite s carem kad stane izlaziti i ulaziti.

καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.

0
9

I stotinici učiniše sve kako zapovjedi Jodaj sveštenik; i uzeše svaki svoje ljude koji dolažahu u subotu s onima koji odlažahu u subotu, i dođoše k svešteniku Jodaju.

καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο Ἰωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς Ἰωδαὲ τὸν ἱερέα.

0
10

I sveštenik dade stotinicima koplja i štitove cara Davida, što bijahu u domu Gospodnjem.

καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου.

0
11

I vojnici stadoše svaki sa svojim oružjem u ruci od desne strane doma do lijeve strane doma prema oltaru i prema domu oko cara.

καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

0
12

Tada izvede sina careva, i metnu mu vijenac na glavu, i dade mu svjedočanstvo, i postaviše ga carem, i pomazaše ga, i pljeskajući rukama govorahu: da živi car!

καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

0
13

A kad Gotolija ču viku naroda, koji se stjecaše, dođe k narodu u dom Gospodnji;

καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου.

0
14

I pogleda, i gle, car stajaše kod stupa po običaju, i knezovi i trube oko cara, i sav narod iz zemlje radovaše se, i trube trubljahu. Tada Gotolija razdrije haljine svoje i povika: buna! buna!

καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος.

0
15

A sveštenik Jodaj zapovjedi stotinicima koji bijahu nad vojskom, i reče im: izvedite je iz vrsta napolje, i ko pođe za njom pogubite ga mačem; jer reče sveštenik: da ne pogine u domu Gospodnjem.

καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου.

0
16

I načiniše joj mjesto; i kad dođe na put kojim se ide u dom carski konjskim vratima, ondje je ubiše.

καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.

0
17

Tada Jodaj učini zavjet između Gospoda i cara i naroda da će biti narod Gospodnji, također i između cara i naroda.

καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.

0
18

Potom sav narod zemaljski otide u dom Valov, i raskopaše dom i oltar, i izlomiše likove njegove sasvijem; a Matana sveštenika Valova ubiše pred oltarima. A sveštenik opet uredi službu u domu Gospodnjem.

καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.

0
19

I uze stotinike i vojvode i vojnike i sav narod zemaljski, i izvedoše cara iz doma Gospodnjega, i uđoše u dom carski putem na vrata vojnička. I sjede na carski prijesto.

καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.

0
20

I radovaše se sav narod zemaljski, i grad se umiri pošto Gotoliju ubiše mačem kod carskoga doma.

καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.

0
21

Joasu bješe sedam godina kad se zacari.

0