Stari zavet
A dijete Samuilo služaše Gospodu pred Ilijem; i riječ Gospodnja bješe rijetka u ono vrijeme, i ne javljahu se utvare.
ΚΑΙ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
Jednom u to vrijeme Ilije ležaše na svom mjestu; a oči mu počinjahu tamnjeti te ne mogaše vidjeti;
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.
I Samuilo ležaše u domu Gospodnjem gdje bijaše kovčeg Božji, i žišci Gospodnji još ne bjehu pogašeni.
καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.
I viknu Gospod Samuila, a on reče: evo me.
καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
I pritrča k Iliju, i reče mu: evo me, što si me zvao? A on reče: nijesam te zvao, idi lezi. I on otide i leže.
καὶ ἔδραμε πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.
A Gospod opet viknu Samuila, i Samuilo usta, i otide k Iliju, i reče: evo me, što si me zvao? A on reče: nijesam te zvao, sine; idi lezi.
καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε·
A Samuilo još ne poznavaše Gospoda, i još mu ne bješe javljena riječ Gospodnja.
καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου.
Tada opet viknu Gospod Samuila treći put, i on usta i otide k Iliju, i reče: evo me, što si me zvao? Tada razumje Ilije da Gospod zove dijete.
καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον,
I reče Ilije Samuilu: idi lezi; a ako te zovne, a ti reci: govori Gospode, čuje sluga tvoj. I Samuilo otide, i leže na svoje mjesto.
καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
A Gospod dođe i stade; i zovnu kao prije: Samuilo! Samuilo! A Samuilo reče: govori, čuje sluga tvoj.
καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ· λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.
I reče Gospod Samuilu: evo učiniću nešto u Izrailju da će zujati oba uha svakome ko čuje.
καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
U taj dan ću učiniti Iliju sve što sam govorio za kuću njegovu, od početka do kraja.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
Jer sam mu javio da ću suditi domu njegovu dovijeka za nevaljalstvo, za koje je znao da njim navlače na se prokletstvo sinovi njegovi, pa im nije zabranio.
καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς
Zato se zakleh domu Ilijevu da se neće očistiti nevaljalstvo doma Ilijeva nikakvom žrtvom ni prinosom dovijeka.
καὶ οὐδ᾿ οὕτως. ὤμοσα τῷ οἴκῳ Ἡλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.
I Samuilo spava do jutra, pa otvori vrata doma Gospodnjega. Ali se bojaše Samuilo kazati Iliju za utvaru.
καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ἡλί.
A Ilije zovnu Samuila i reče: Samuilo, sine! A on reče: evo me.
καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
A on reče: kakve su riječi što ti je kazao? nemoj zatajiti od mene; tako ti učinio Bog i tako ti dodao, ako zatajiš od mene što god što ti je kazao.
καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.
I Samuilo mu kaza sve, i ništa ne zataji od njega. A on reče: Gospod je, neka čini što mu je volja.
καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν Ἡλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
A Samuilo rastijaše, i Gospod bijaše s njim, i ne pusti da padne na zemlju nijedna riječ njegova.
καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
I sav Izrailj od Dana do Virsaveje pozna da je Samuilo vjeran prorok Gospodnji.
καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ.
I Gospod se stade opet javljati u Silomu, jer se Gospod javljaše Samuilu u Silomu riječju Gospodnjom.
καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.