Stari zavet
I Saul govori Jonatanu sinu svojemu i svijem slugama svojim da ubiju Davida; ali Jonatan sin Saulov ljubljaše veoma Davida.
ΚΑΙ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.
I javi Jonatan Davidu i reče mu: Saul otac moj traži da te ubije; nego se čuvaj sjutra, skloni se gdjegod i prikrij se.
καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ λέγων· Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ,
A ja ću izaći i stajaću pored oca svojega u polju gdje ti budeš, i govoriću o tebi s ocem svojim, i što doznam javiću ti.
καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ,τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.
I Jonatan progovori za Davida Saulu ocu svojemu, i reče mu: da se ne ogriješi car o slugu svojega Davida, jer se on nije ogriješio o tebe, nego je još vrlo dobro za te što je činio.
καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν· μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα,
Jer nije mario za život svoj i pobio je Filisteje, i Gospod učini spasenje veliko svemu Izrailju; vidio si i radovao si se; pa zašto bi se ogriješio o krv pravu i ubio Davida ni za što?
καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;
I posluša Saul Jonatana, i zakle se Saul: tako živ bio Gospod, neće poginuti.
καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν, καὶ ὤμοσε Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀποθανεῖται.
Tada Jonatan dozva Davida, i kaza mu Jonatan sve ovo; i dovede Jonatan Davida k Saulu, i opet bi pred njim kao pređe.
καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυίδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα, καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
I nasta opet rat, i David izide i pobi se s Filistejima, i razbi ih veoma, te bježaše od njega.
καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαούλ, καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
Potom zli duh Gospodnji napade Saula kad sjeđaše kod kuće i držaše koplje u ruci, a David udaraše rukom o gusle.
Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ·
I Saul šćaše Davida kopljem prikovati za zid, ali se on izmače Saulu, te koplje udari u zid, a David pobježe i izbavi se onu noć.
καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ, καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον, καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη.
A Saul posla ljude ka kući Davidovoj da ga čuvaju i ujutru ubiju. A to javi Davidu žena njegova Mihala govoreći: ako noćas ne izbaviš duše svoje, ujutru ćeš poginuti.
καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα· ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.
Tada Mihala spusti Davida kroz prozor, te otide i pobježe i izbavi se.
καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται.
A Mihala uze lik, i metnu ga u postelju, i metnu mu pod glavu uzglavlje od kostrijeti, i pokri ga haljinom.
καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
I kad Saul posla ljude da uhvate Davida, ona reče: bolestan je.
καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν·
A Saul posla opet ljude da vide Davida govoreći: donesite mi ga u postelji da ga pogubim.
καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων· ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν.
A kad dođoše poslani, gle, lik u postelji i uzglavlje od kostrijeti pod glavom mu.
καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.
I reče Saul Mihali: što me tako prevari i pusti neprijatelja mojega da uteče? A Mihala reče Saulu: on mi reče: pusti me, ili ću te ubiti.
καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ· ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαούλ· αὐτὸς εἶπεν· ἐξαπόστειλόν με, εἰ δὲ μή, θανατώσω σε.
Tako David uteče i izbavi se, i dođe k Samuilu u Ramu, i pripovjedi mu sve što mu je učinio Saul. I otidoše on i Samuilo, i ostaše u Najotu.
Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαούλ, καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ραμά.
A Saulu dođe glas i rekoše mu: eno Davida u Najotu u Rami.
καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ραμά.
Tada posla Saul ljude da uhvate Davida; i oni vidješe zbor proroka gdje prorokuju a Samuilo im starješina. I duh Gospodnji dođe na poslanike Saulove, te i oni prorokovahu.
καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾿ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.
A kad to javiše Saulu, on posla druge poslanike, ali i oni prorokovahu; te Saul opet posla treće poslanike, ali i oni prorokovahu.
καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί.
Tada sam pođe u Ramu, i kad dođe na veliki studenac koji je u Sokotu, zapita govoreći: gdje je Samuilo i David? I rekoše mu: eno ih u Najotu u Rami.
καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἀρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε· ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν· ἰδοὺ ἐν Ναυὰθ ἐν Ραμά.
I pođe u Najot u Rami; ali i na njega siđe duh Božji, te idući dalje prorokovaše dokle dođe u Najot u Rami.
καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ραμά, καὶ ἐγενήθη καὶ ἐπ᾿ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ραμά.
Pa skide i on haljine svoje sa sebe, i prorokova i on pred Samuilom, i padnuvši ležaše go vas onaj dan i svu noć. Stoga se govori: eda li je i Saul među prorocima?
καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον· εἰ καὶ Σαοὺλ ἐν προφήταις;