Stari zavet
A Samuilo reče Saulu: Gospod me je poslao da te pomažem za cara nad narodom njegovijem, nad Izrailjem; slušaj dakle riječi Gospodnje.
ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου·
Ovako veli Gospod nad vojskama: opomenuh se šta je učinio Amalik Izrailju, kako mu se opro na putu kad je išao iz Misira.
τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·
Zato idi, i pobij Amalika, i zatri kao prokleto sve što god ima; ne žali ga, nego pobij i ljude i žene i djecu i što je na sisi i volove i ovce i kamile i magarce.
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.
Tada Saul sazva narod, i izbroji ih u Telaimu, i bješe ih dvjesta tisuća pješaka i deset tisuća ljudi od Jude.
καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.
I dođe Saul do grada Amaličkoga, i namjesti zasjedu u potoku.
καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
I reče Saul Kenejima: idite, odvojte se, uklonite se od Amalika, da vas ne bih potro s njima; jer ste vi učinili milost svijem sinovima Izrailjevijem kad su išli iz Misira. I otidoše Keneji od Amalika.
καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκίτου, μὴ προσθῶ σε μετ᾿ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Ἀμαλήκ.
I Saul pobi Amalike od Avile do Sura, koji je prema Misiru.
καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου.
I uhvati Agaga cara Amaličkoga živa, a sav narod njegov pobi oštrijem mačem.
καὶ συνέλαβε τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας.
I Saul i narod njegov poštedje Agaga i najbolje ovce i najbolje volove i ugojenu stoku i jaganjce i sve što bijaše dobro, i ne htješe pobiti; nego što bijaše zlo i bez cijene, ono samo pobiše.
καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν.
Zato dođe riječ Gospodnja k Samuilu govoreći:
Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων·
Kajem se što sam Saula postavio carem, jer je otstupio od mene, i nije izvršio mojih riječi. I rasrdi se Samuilo vrlo, i vikaše ka Gospodu svu noć.
παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.
I ustavši rano Samuilo pođe pred Saula. I javiše Samuilu govoreći: Saul dođe u Karmil, i eno podiže sebi spomenik, pa se vrati odande i otide dalje i siđe u Galgal.
καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ.
Kad Samuilo dođe k Saulu, reče mu Saul: blagosloven da si Gospodu! izvršio sam riječ Gospodnju.
καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος.
A Samuilo reče: kakva je to bleka ovaca u ušima mojim? i rika volova koju čujem?
καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;
A Saul reče: od Amalika dognaše ih; jer narod poštedje najbolje ovce i najbolje volove da prinese na žrtvu Gospodu Bogu tvojemu; ostalo pak pobismo kao prokleto.
καὶ εἶπε Σαούλ· ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα.
A Samuilo reče Saulu: stani da ti kažem što mi je rekao Gospod noćas. Reče mu: govori.
καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον.
Tada reče Samuilo: nijesi li bio mali sam u svojim očima, pak si postao glava plemenima Izrailjevijem, i Gospod te pomaza za cara nad Izrailjem?
καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
I Gospod te posla na ovaj put i reče: idi, pobij grješne Amalike, i vojuj na njih dokle ih ne istrijebite.
καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.
Zašto dakle ne posluša glasa Gospodnjega, nego se naklopi na plijen, i učini zlo pred Gospodom?
καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;
A Saul odgovori Samuilu: ta poslušao sam glas Gospodnji, i išao sam putem kojim me posla Gospod, i doveo sam Agaga cara Amaličkoga, a Amalike sam istrijebio.
καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ καὶ τὸν Ἀμαλὴκ ἐξωλόθρευσα·
Nego narod uze od plijena ovce i volove, najbolje između prokletijeh stvari, da prinese na žrtvu Gospodu Bogu tvojemu u Galgalu.
καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις.
Ali Samuilo reče: zar su mile Gospodu žrtve paljenice i prinosi kao kad se sluša glas njegov? gle, poslušnost je bolja od žrtve i pokornost od pretiline ovnujske.
καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·
Jer je neposlušnost kao grijeh od čaranja, i nepokornost kao sujevjerstvo i idolopoklonstvo. Odbacio si riječ Gospodnju, zato je i on tebe odbacio da ne budeš više car.
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
Tada reče Saul Samuilu: zgriješio sam što sam prestupio zapovijest Gospodnju i tvoje riječi; jer pobojah se naroda i poslušah glas njegov.
καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν·
Nego sada oprosti mi grijeh moj, i vrati se sa mnom da se poklonim Gospodu.
καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.
A Samuilo reče Saulu: neću se vratiti s tobom, jer si odbacio riječ Gospodnju, i zato je tebe Gospod odbacio da ne budeš više car nad Izrailjem.
καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ.
I Samuilo se okrete da ide, ali ga Saul uhvati za skut od plašta njegova, te se odadrije.
καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό·
Tada mu reče Samuilo: odadro je Gospod carstvo Izrailjevo od tebe danas, i dao ga bližnjemu tvojemu, koji je bolji od tebe.
καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
I doista junak Izrailjev neće slagati, niti će se raskajati; jer nije čovjek da se kaje.
καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός.
A on reče: zgriješio sam; ali mi sad učini čast pred starješinama naroda mojega i pred Izrailjem, i vrati se sa mnom da se poklonim Gospodu Bogu tvojemu.
καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.
I vrativši se Samuilo otide za Saulom, i pokloni se Saul Gospodu.
καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ.
Potom reče Samuilo: dovedite mi Agaga cara Amaličkoga. I dođe k njemu Agag veseo, jer govoraše Agag: zaista, prošla je gorčina smrtna.
καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν Ἀγὰγ τρέμων, καὶ εἶπεν Ἀγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος;
Ali Samuilo reče: kako je tvoj mač učinio te su žene ostale bez djece, tako će ostati bez djece tvoja majka među ženama. I isiječe Samuilo Agaga pred Gospodom u Galgalu.
καὶ εἶπε Σαμουὴλ πρὸς Ἀγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ.
Potom otide Samuilo u Ramu, a Saul otide kući svojoj u Gavaju Saulovu.
καὶ ἀπῆλθε Σαμουὴλ εἰς Ἀρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά.
I Samuilo više ne vidje Saula do svoje smrti, i plakaše Samuilo za Saulom, što se Gospod pokaja što je postavio Saula carem nad Izrailjem.
καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.