Novi zavet
Starješine koje su među vama molim koji sam i sam starješina i svjedok Hristova stradanja, i imam dijel u slavi koja će se javiti:
Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
Pasite stado Božije, koje vam je predato, i nadgledajte ga, ne silom, nego dragovoljno, i po Bogu, niti za nepravedne dobitke, nego iz dobra srca;
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
Niti kao da vladate narodom; nego bivajte ugledi stadu;
μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
I kad se javi poglavar pastirski, primićete vijenac slave koji neće uvenuti.
καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Tako vi mladi slušajte starješine; a svi se slušajte među sobom, i stecite poniznost; jer se Bog ponositima suproti, a poniženima daje blagodat.
ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
Ponizite se dakle pod silnu ruku Božiju, da vas povisi kad dođe vrijeme.
Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
Sve svoje brige bacite na nj, jer se on brine za vas.
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
Budite trijezni i pazite, jer suparnik vaš, đavo, kao lav ričući hodi i traži koga da proždere.
νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν·
Branite se od njega tvrđom u vjeri, znajući da se takova stradanja događaju vašoj braći po svijetu.
ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
A Bog svake blagodati, koji vas pozva na vječnu svoju slavu u Hristu Isusu, on da vas, pošto malo postradate, savrši, da utvrdi, da ukrijepi, da utemelji.
ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.
Njemu slava i država va vijek vijeka. Amin.
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Po Silvanu, vašemu vjernom bratu, kao što mislim, pišem vam ovo malo, svjetujući i svjedočeći da je ovo prava blagodat Božija u kojoj stojite.
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.
Pozdravlja vas crkva s vama izbrana u Vavilonu, i Marko sin moj.
ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
Pozdravite jedan drugoga cjelivom ljubavi. Mir vam svima u Hristu Isusu. Amin.
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.