1. Dnevnika 29

Stari zavet

1

Potom reče car David svemu zboru: jednoga Solomuna sina mojega izabrao je Gospod, mlado dijete, a ovo je velik posao; jer neće biti čovjeku taj dvor nego Gospodu Bogu.

ΚΑΙ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ᾿ ἢ Κυρίῳ Θεῷ.

0
2

Ja koliko mogoh pripravih za dom Boga svojega zlata za stvari zlatne, srebra za srebrne, mjedi za mjedene, gvožđa za gvozdene, i drva za drvene, kamenja onihova, i kamenja za ukivanje, i kamenja za nakit i za vez, i svakojakoga dragoga kamenja, i kamena mramora izobila.

κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν.

0
3

I još iz ljubavi k domu Boga svojega, što imam svoga zlata i srebra, osim svega što sam pripravio za dom sveti, dajem i to na dom Boga svojega:

καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

0
4

Tri tisuće talanata zlata Ofirskoga, i sedam tisuća talanata čistoga srebra, da se oblože zidovi domovima.

τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ,

0
5

Zlato za zlatne stvari, a srebro za srebrne i za svako djelo ruku umjetničkih. A bi li jošte ko htio dragovoljno što danas priložiti Gospodu?

εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;

0
6

Tada dragovoljno priložiše knezovi domova otačkih i knezovi plemena Izrailjevijeh i tisućnici i stotinici i knezovi nad poslovima carskim.

καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως

0
7

I dadoše za službu u domu Božijem zlata pet tisuća talanata i deset tisuća zlatica, i srebra deset tisuća talanata, i mjedi osamnaest tisuća talanata, i gvožđa sto tisuća talanata.

καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

0
8

I kamenja u koga god bijaše svi dadoše u riznicu doma Gospodnjega u ruke Jehila od sinova Girsonovijeh.

καὶ οἷς εὑρέθη παρ᾿ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί.

0
9

I radovaše se narod što dragovoljno prilagahu, jer prilagahu cijelijem srcem Gospodu; i car se David radovaše veoma.

καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

0
10

Potom David blagoslovi Gospoda pred svijem zborom, i reče David: blagosloven si Gospode Bože Izrailja oca našega od vijeka do vijeka.

καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.

0
11

Tvoje je, Gospode, veličanstvo i sila i slava i vječnost i čast, i sve što je na nebu i na zemlji; tvoje je, Gospode, carstvo, i ti si uzvišen svrh svega poglavar;

σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.

0
12

Bogatstvo i slava od tebe je, i ti vladaš svijem, i u tvojoj je ruci moć i sila, i u tvojoj je ruci uzvisiti i ukrijepiti sve.

παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.

0
13

Sada dakle, Bože naš, hvalimo te i slavimo ime tvoje slavno.

καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

0
14

Jer ko sam ja i šta je moj narod da bi smo mogli ovoliko prinijeti tebi dragovoljno? jer je od tebe sve, i iz tvojih ruku primivši dasmo ti.

καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.

0
15

Jer smo došljaci pred tobom i gosti kao svi oci naši; dani su naši na zemlji kao sjen i nema stajanja.

ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.

0
16

Gospode Bože naš, sve ovo blago što ti pripravismo za građenje doma imenu tvojemu svetome, iz tvoje je ruke, i sve je tvoje.

Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα.

0
17

Ali znam, Bože moj, da ti ispituješ srca i što je pravo hoćeš; ja pravijem srcem dragovoljno prinesoh sve ovo, i s radošću vidjeh narod tvoj koji je ovdje kako ti dragovoljno prinosi.

καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.

0
18

Gospode Bože Avrama, Isaka i Izrailja, otaca naših, sačuvaj dovijeka ovu volju i pomisao srdačnu naroda svojega, i upravljaj srce njihovo k sebi.

Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε.

0
19

I Solomunu sinu mojemu podaj srce pravo da bi držao zapovijesti tvoje, svjedočanstva tvoja i uredbe tvoje, i da bi otvorio sve i da bi sazidao dvor ovaj za koji sam pripravio.

καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

0
20

Potom reče David svemu zboru: blagoslovite sada Gospoda Boga svojega. I sav zbor blagoslovi Gospoda Boga otaca svojih, i savivši se pokloniše se Gospodu i caru.

καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ· εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ.

0
21

I prinesoše Gospodu žrtve, i prinesoše Gospodu žrtve paljenice sjutradan: tisuću volova, tisuću ovnova, tisuću jaganjaca s naljevima njihovijem, i drugih žrtava mnogo za sav narod.

καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.

0
22

I jedoše i piše pred Gospodom onaj dan veseleći se veoma. I postaviše drugom Solomuna sina Davidova carem, i pomazaše ga Gospodu za vođa a Sadoka za sveštenika.

καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.

0
23

I tako sjede Solomun na prijesto Gospodnji da caruje mjesto Davida oca svojega, i bijaše srećan, i slušaše ga sav Izrailj.

καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ·

0
24

I svi knezovi i junaci i svi sinovi cara Davida dadoše ruke da će biti pokorni caru Solomunu.

οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.

0
25

I Gospod uzvisi veoma Solomuna pred svijem Izrailjem i dade mu slavu carsku kakve nijedan car prije njega nije imao u Izrailju.

καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

0
26

Tako David sin Jesejev carova nad svijem Izrailjem.

καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ

0
27

A vremena za koje carova nad Izrailjem bijaše četrdeset godina: a u Hevronu carova sedam godina, a u Jerusalimu carova trideset i tri godine.

ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία.

0
28

I umrije u dobroj starosti, sit života, bogatstva i slave; i zacari se Solomun sin njegov na njegovo mjesto.

καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

0
29

A djela cara Davida prva i pošljednja eno su zapisana u knjizi Samuila vidioca i u knjizi Natana proroka i u knjizi Gada vidioca,

οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος

0
30

Sa svijem carovanjem njegovijem i silom njegovom i s vremenima koja prođoše preko njega i Izrailja i svijeh carevina zemaljskih.

περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾿ αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.

0