Stari zavet
I načini sebi David kuće u gradu Davidovu, i spremi mjesto za kovčeg Božji, i razape mu šator.
ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
Tada reče David: ne valja da nosi kovčeg Božji niko osim Levita, jer je njih izabrao Gospod da nose kovčeg Božji i da mu služe dovijeka.
τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
I skupi David sve sinove Izrailjeve u Jerusalim da prenesu kovčeg Gospodnji na mjesto njegovo, koje mu bješe spremio.
καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἐν Ἱερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
Skupi David i sinove Aronove i Levite,
καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευίτας.
Od sinova Katovijeh: Urila poglavara i braće njegove sto i dvadeset;
τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
Od sinova Merarijevih: Asaju poglavara i braće njegove dvjesta i dvadeset;
τῶν υἱῶν Μεραρί· Ἀσαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι.
Od sinova Girsonovijeh: Joila poglavara i braće njegove sto i trideset;
τῶν υἱῶν Γηρσάμ· Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα.
Od sinova Elisafanovih: Semaju poglavara i braće njegove dvjesta;
τῶν υἱῶν Ἐλισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.
Od sinova Hevronovijeh: Elila poglavara i braće njegove osamdeset;
τῶν υἱῶν Χεβρών· Ἐλιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.
Od sinova Ozilovijeh: Aminadava poglavara i braće njegove sto i dvanaest.
τῶν υἱῶν Ὀζιήλ· Ἀμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.
Tada dozva David Sadoka i Avijatara sveštenike, i Levite Urila i Asaju i Joila i Samaju i Elila i Aminadava,
καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ Ἀβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, Ἀσαΐαν καὶ Ἰωὴλ καὶ Σαμαίαν καὶ Ἐλιὴλ καὶ Ἀμιναδάβ,
I reče im: vi ste poglavari porodica otačkih među Levitima; osveštajte sebe i braću svoju, da donesete kovčeg Gospoda Boga Izrailjeva na mjesto koje sam mu spremio.
καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, οὗ ἡτοίμασα αὐτῇ·
Jer što pređe ne učiniste toga, Gospod Bog naš prodrije nas; jer ga ne tražismo kako treba.
ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι.
I osveštaše se sveštenici i Leviti da prenesu kovčeg Gospoda Boga Izrailjeva.
καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ Ἰσραήλ.
I nosiše sinovi Levitski kovčeg Božji kao što je zapovjedio Mojsije po riječi Gospodnjoj na ramenima svojim i polugama.
καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς.
I reče David poglavarima Levitskim da postave između braće svoje pjevače sa spravama muzičkim, sa psaltirima i guslama i kimvalima, da pjevaju u glas veselo.
καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
I postaviše Leviti Emana sina Joilova, i od braće njegove Asafa sina Varahijina, i od sinova Merarijevih, braće njihove, Etana sina Kisajina;
καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.
I s njima braću njihovu drugoga reda: Zahariju i Vena i Jazila i Semiramota i Jehila i Unija i Elijava i Venaju i Masiju i Matatiju i Elifela i Mikneju i Ovid-Edoma i Jeila, vratare.
καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ Ὀζιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰεϊὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ Ἐλιφαλία καὶ Μακενία καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας, οἱ πυλωροί.
I pjevači Eman i Asaf i Etan udarahu u kimvale mjedene;
καὶ οἱ ψαλτῳδοί, Αἰμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
A Zaharija i Ozilo i Semiramot i Jehilo i Unije i Elijav i Masija i Venaja u psaltire visoko,
Ζαχαρίας καὶ Ὀζιήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ὠνί, Ἐλιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ.
A Matatija i Elifel i Mikneja i Ovid-Edom i Jeilo i Azazija u gusle nisko.
καὶ Ματταθίας καὶ Ἐλιφαλίας καὶ Μακενίας καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
A Henanija poglavar među Levitima koji nošahu kovčeg uređivaše kako će se nositi, jer bješe vješt.
καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
A Varahija i Elkana bjehu vratari kod kovčega.
καὶ Βαραχία καὶ Ἐλκανὰ πυλωροὶ τῆς κιβωτοῦ.
A Sevanija i Josafat i Natanailo i Amasaj i Zaharija i Venaja i Elijezer, sveštenici, trubljahu u trube pred kovčegom Božjim; a Ovid-Edom i Jehija bjehu vratari kod kovčega.
καὶ Σοβνία καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
I tako David i starješine Izrailjeve i tisućnici iđahu prateći kovčeg zavjeta Gospodnjega iz kuće Ovid-Edomove s veseljem.
καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδεδὸμ ἐν εὐφροσύνῃ.
I kad Bog pomože Levitima koji nošahu kovčeg zavjeta Gospodnjega prinesoše sedam volova i sedam ovnova.
καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
I David bijaše ogrnut plaštem od tankoga platna, tako i svi Leviti koji nošahu kovčeg i pjevači, i Henanija koji upravljaše nosiocima među pjevačima. I David imaše na sebi oplećak lanen.
καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη.
I tako sav narod Izrailjev praćaše kovčeg zavjeta Gospodnjega klikujući i trubeći u trube i u rogove i udarajući u kimvale i u psaltire i u gusle.
καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.
A kad kovčeg zavjeta Gospodnjega ulažaše u grad Davidov, Mihala kći Saulova gledajući s prozora vidje cara Davida gdje skače i igra, i podrugnu mu se u srcu svom.
καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.