1. Dnevnika 10

Stari zavet

1

A Filisteji se pobiše s Izrailjem, i pobjegoše Izrailjci ispred Filisteja, i padahu mrtvi na gori Gelvuji.

ΚΑΙ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ.

0
2

I stigoše Filisteji Saula i sinove njegove, i pogubiše Filisteji Jonatana i Avinadava i Malhisuja, sinove Saulove.

καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ.

0
3

I boj posta žešći oko Saula, i nađoše ga strijelci, i on se uplaši od strijelaca.

καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.

0
4

I reče Saul momku koji mu nošaše oružje: izvadi mač svoj, i probodi me da ne dođu ti neobrezani i narugaju mi se. Ali ne htje momak koji mu nošaše oružje, jer ga bješe vrlo strah. Tada Saul uze mač i baci se na nj.

καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν.

0
5

A kad momak koji mu nošaše oružje vidje gdje umrije Saul, baci se i on na svoj mač, i umrije.

καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε.

0
6

Tako pogibe Saul; i tri sina njegova i sva čeljad njegova pogiboše zajedno.

καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε.

0
7

A kad svi Izrailjci koji bijahu u dolini vidješe gdje pobjegoše Izrailjci i gdje pogibe Saul i sinovi njegovi, ostaviše gradove svoje i pobjegoše, te dođoše Filisteji i ostaše u njima.

καὶ εἶδε πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

0
8

A sjutradan dođoše Filisteji da svlače mrtve, i nađoše Saula i sinove njegove gdje leže na gori Gelvuji.

καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ.

0
9

I svukavši ga uzeše glavu njegovu i oružje njegovo, i poslaše u zemlju Filistejsku na sve strane da se objavi kod lažnijeh bogova njihovijeh i po narodu.

καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

0
10

I ostaviše oružje njegovo u kući bogova svojih, a glavu mu objesiše u kući Dagonovoj.

καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών.

0
11

A kad čuše svi u Javisu Galadskom sve što učiniše Filisteji od Saula,

καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ Ἰσραήλ.

0
12

Podigoše se svi junaci i uzeše tijelo Saulovo i tjelesa sinova njegovijeh, i donesoše ih u Javis, i pogreboše kosti njihove pod hrastom u Javisu, i postiše sedam dana.

καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ἰαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.

0
13

I tako pogibe Saul za bezakonje svoje, koje učini Gospodu što ne sluša riječi Gospodnje i što traži da pita duh vračarski,

καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης·

0
14

A ne pita Gospoda; zato ga ubi, i prenese carstvo na Davida sina Jesejeva.

καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.

0