1. Carevima 3

Stari zavet

1

A Solomun se oprijatelji s Faraonom carem Misirskim, i oženi se kćerju Faraonovom, i dovede je u grad Davidov dokle ne dovrši svoj dom i dom Gospodnji i zid oko Jerusalima.

0
2

Ali narod prinošaše žrtve na visinama; jer još ne bješe sazidan dom imenu Gospodnjemu do tada.

ΠΛΗΝ ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν.

0
3

A Solomun ljubljaše Gospoda hodeći po uredbama oca svojega Davida, samo što na visinama prinošaše žrtve i kađaše.

καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία.

0
4

Zato otide car u Gavaon da ondje prinese žrtvu, jer to bijaše velika visina; i Solomun prinese tisuću žrtava paljenica na onom oltaru.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.

0
5

I javi se Gospod Solomunu u Gavaonu noću u snu, i reče Bog: išti što hoćeš da ti dam.

καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμών· αἴτησαί τι αἴτημα σεαυτῷ.

0
6

A Solomun reče: ti si učinio veliku milost sluzi svojemu Davidu ocu mojemu, kao što je hodio pred tobom vjerno i pravedno i s pravijem srcem prema tebi; i sačuvao si mu ovu veliku milost, te mu dao sina da sjedi na prijestolu njegovu, kao što se vidi danas.

καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη·

0
7

I tako, Gospode Bože moj, ti si postavio slugu svojega carem na mjesto Davida oca mojega, a ja sam mlad, niti znam polaziti ni dolaziti.

καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου,

0
8

I tvoj je sluga među narodom tvojim, koji si izabrao, narodom velikim, koji se ne može izbrojiti ni proračunati od množine.

ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται.

0
9

Daj dakle sluzi svojemu srce razumno da može suditi narodu tvojemu i raspoznavati dobro i zlo. Jer ko može suditi narodu tvojemu tako velikom?

καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

0
10

I bi milo Gospodu što Solomun to zaiska.

καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ρῆμα τοῦτο,

0
11

I reče mu Bog: kad to išteš, a ne išteš duga života niti išteš blaga niti išteš duša neprijatelja svojih nego išteš razuma da umiješ suditi;

καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνθ᾿ ὧν ᾐτήσω παρ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾿ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα,

0
12

Evo učinih po tvojim riječima; evo ti dajem srce mudro i razumno da takoga kakav si ti ni prije tebe nije bilo niti će poslije tebe nastati taki kakav si ti.

ἰδοὺ πεποίηκα κατὰ τὸ ρῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.

0
13

A svrh toga dajem ti i što nijesi iskao, i blago i slavu, da takoga kakav ćeš ti biti neće biti među carevima svega vijeka tvojega.

καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι·

0
14

I ako uzideš mojim putovima držeći uredbe moje i zapovijesti moje, kao što je išao David otac tvoj, produljiću dane tvoje.

καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.

0
15

Tada se probudi Solomun, i gle, ono bješe san. I dođe u Jerusalim, i stavši pred kovčeg zavjeta Gospodnjega prinese žrtve paljenice i žrtve zahvalne, i počasti sve sluge svoje.

καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ἱερουσαλὴμ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησε πότον μέγα ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ.

0
16

Tada dođoše dvije žene kurve k caru, i stadoše pred njim.

Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.

0
17

I reče jedna žena: ah, gospodaru; ja i ova žena sjedimo u jednoj kući, i porodih se kod nje u istoj kući.

καὶ εἶπεν ἡ γυνὴ μία· ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.

0
18

A treći dan poslije moga porođaja porodi se i ova žena, i bijasmo zajedno i ne bijaše niko drugi s nama u kući, samo nas dvije bijasmo u kući.

καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.

0
19

I umrije sin ove žene noćas, jer ona leže na nj.

καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ αὐτόν·

0
20

Pa ustavši u po noći uze sina mojega iskraj mene, kad sluškinja tvoja spavaše, i stavi ga sebi u naručje, a svoga sina mrtvoga stavi meni u naručje.

καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.

0
21

A kad ustah ujutru da podojim sina svojega, a to, mrtav; ali kad razgledah ujutru, a to, ne bješe moj sin, kojega ja rodih.

καὶ ἀνέστην τὸ πρωΐ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον.

0
22

Tada reče druga žena: nije tako; nego je moj sin ovaj živi, a tvoj je sin onaj mrtvi. Ali ona reče: nije tako, nego je tvoj sin onaj mrtvi, a moj je sin ovaj živi. Tako govorahu pred carem.

καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.

0
23

A car reče: ova kaže: ovaj je živi moj sin, a tvoj je sin ovaj mrtvi; a ona kaže: nije tako, nego je tvoj sin onaj mrtvi, a moj je sin ovaj živi.

καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· σὺ λέγεις· οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. καὶ σὺ λέγεις· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.

0
24

I reče car: dajte mi mač. I donesoše mač pred cara.

καὶ εἶπεν ὁ βασιλεύς· λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.

0
25

Tada reče car: rasijecite živo dijete na dvoje, i podajte polovinu jednoj i polovinu drugoj.

καὶ εἶπεν ὁ βασιλεύς· διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ.

0
26

Tada žena kojoj sin bješe živi reče caru, jer joj se uskoleba utroba za sinom: ah, gospodaru, podajte njojzi dijete živo, a nemojte ga ubijati. A ona reče: neka ne bude ni meni ni tebi, rasijecite ga.

καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε· μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω, διέλετε.

0
27

Tada odgovori car i reče: podajte onoj živo dijete, nemojte ga ubiti, ona mu je mati.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε· δότε τὸ παιδίον τῇ εἰπούσῃ· δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη ἡ μήτηρ αὐτοῦ.

0
28

I sav Izrailj ču sud koji izreče car, i pobojaše se cara; jer vidješe da je u njemu mudrost Božija da sudi.

καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

0