Stari zavet
Tada reče Ahavu Ilija Tesvićanin, jedan od naseljenika Galadskih: tako da je živ Gospod Bog Izrailjev, pred kojim stojim, ovijeh godina neće biti rose ni dažda dokle ja ne rečem.
ΚΑΙ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Potom dođe njemu riječ Gospodnja govoreći:
καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·
Idi odavde, i obrati se na istok, i sakrij se kod potoka Horata prema Jordanu.
πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου·
I iz onoga potoka pij, a gavranima sam zapovjedio da te hrane ondje.
καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
I on otide i učini po riječi Gospodnjoj, i otišav stani se kod potoka Horata, koji je prema Jordanu.
καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
I ondje mu gavrani donošahu hljeba i mesa jutrom i večerom, a iz potoka pijaše.
καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
Ali poslije godinu dana presahnu potok, jer ne bješe dažda u zemlji.
καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
Tada dođe njemu riječ Gospodnja govoreći:
καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·
Ustani, idi u Sareptu Sidonsku, i sjedi ondje; evo zapovjedio sam ondje ženi udovici da te hrani.
ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
I ustavši otide u Sareptu; i kad dođe na vrata gradska, gle, žena udovica kupljaše ondje drva; i on je dozva i reče joj: donesi mi malo vode u sudu da se napijem.
καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
I ona pođe da donese; a on je viknu i reče: donesi mi i hljeba malo.
καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.
A ona reče: tako da je živ Gospod Bog tvoj, nemam pečena hljeba do grst brašna u zdjeli i malo ulja u krčagu; i eto kupim drvaca da otidem i zgotovim sebi i sinu svojemu, da pojedemo, pa onda da umremo.
καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
A Ilija joj reče: ne boj se, idi, zgotovi kako si rekla; ali umijesi prvo meni jedan kolačić od toga, i donesi mi, pa poslije gotovi sebi i sinu svojemu.
καὶ εἶπε πρὸς αὐτὴν Ἠλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ·
Jer ovako veli Gospod Bog Izrailjev: brašno se iz zdjele neće potrošiti niti će ulja u krčagu nestati dokle ne pusti Gospod dažda na zemlju.
ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
I ona otide i učini kako reče Ilija; i jede i ona i on i dom njezin godinu dana;
καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
Brašno se iz zdjele ne potroši niti ulja u krčagu nesta po riječi Gospodnjoj, koju reče preko Ilije.
καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού.
A poslije toga razbolje se sin ženi domaćici, i bolest njegova bi vrlo teška, tako da izdahnu.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
I ona reče Iliji: šta je tebi do mene, čovječe Božji? Jesi li došao k meni da spomeneš bezakonje moje i da mi umoriš sina?
καὶ εἶπε πρὸς Ἠλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;
A on joj reče: daj mi sina svojega. I uzev ga iz naručja njezina odnese ga u gornju klijet, gdje on sjeđaše, i položi ga na postelju svoju.
καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.
Tada zavapi ka Gospodu i reče: Gospode Bože moj, zar si i ovu udovicu kod koje sam gost tako ucvijelio umorivši joj sina?
καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
I pruživ se nad djetetom tri puta zavapi ka Gospodu govoreći: Gospode Bože moj, neka se povrati u dijete duša njegova.
καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
I Gospod usliši glas Ilijin, te se povrati u dijete duša njegova, i oživje.
καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον.
A Ilija uzev dijete snese ga iz gornje klijeti u kuću, i dade ga materi njegovoj, i reče Ilija: vidi, živ je tvoj sin.
καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιού· βλέπε, ζῇ ὁ υἱός σου.
A žena reče Iliji: sada znam da si čovjek Božji i da je riječ Gospodnja u tvojim ustima istina.
καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.