1. Carevima 13

Stari zavet

1

A gle, čovjek Božji dođe iz zemlje Judine s riječju Gospodnjom u Vetilj, kad Jerovoam stajaše kod oltara da kadi.

ΚΑΙ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.

0
2

I povika put oltara riječju Gospodnjom govoreći: oltare! oltare! Ovako veli Gospod: evo, rodiće se sin domu Davidovu po imenu Josija, koji će na tebi klati sveštenike visina, koji kade na tebi, i ljudske će kosti spaliti na tebi.

καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου καὶ εἶπε· θυσιαστήριον θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.

0
3

I učini znak istoga dana govoreći: ovo je znak da je Gospod to rekao: eto, oltar će se raspasti, i prosuće se pepeo što je na njemu.

καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων· τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος λέγων· ἰδοὺ τὸ θυσιαστήριον ρήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ᾿ αὐτῷ.

0
4

A kad car Jerovoam ču riječi čovjeka Božijega koje vikaše oltaru Vetiljskom, pruži ruku svoju s oltara govoreći: držite ga! Ali usahnu mu ruka koju pruži na nj, i ne mogaše je povratiti k sebi.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων· συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν,

0
5

A oltar se raspade, i prosu se pepeo s oltara po znaku koji učini čovjek Božji riječju Gospodnjom.

καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου.

0
6

Tada car reče čovjeku Božijemu: pripadni ka Gospodu Bogu svojemu, i pomoli se za me da mi se povrati ruka. I čovjek se Božji pomoli Gospodu, i povrati se caru ruka i posta kao što je bila.

καὶ εἶπεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.

0
7

I reče car čovjeku Božijemu: hodi sa mnom kući mojoj, i potkrijepi se, i daću ti dar.

καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ· εἴσελθε μετ᾿ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.

0
8

Ali čovjek Božji reče caru: da mi daš po kuće svoje, ne bih išao s tobom niti bih jeo hljeba ni vode pio u ovom mjestu.

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα· ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·

0
9

Jer mi je tako zapovjedio svojom riječju Gospod govoreći: ne jedi hljeba ni pij vode, niti se vraćaj istijem putem kojim otideš.

ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ λέγων· μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῶ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.

0
10

I otide drugim putem, a ne vrati se onijem kojim bješe došao u Vetilj.

καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.

0
11

A u Vetilju življaše jedan star prorok, kojemu dođe sin njegov i pripovjedi sve što učini prorok Božji onaj dan u Vetilju, i riječi koje reče caru; i pripovjediše sinovi toga proroka ocu svojemu.

Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθήλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησε τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.

0
12

A otac im reče: kojim je putem otišao? I pokazaše sinovi put kojim otide čovjek Božji koji bješe došao iz zemlje Judine.

καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων· ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδόν, ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα.

0
13

A on reče sinovima svojim: osamarite mi magarca. I osamariše mu magarca, te usjede na nj.

καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾿ αὐτόν.

0
14

I pođe za čovjekom Božjim, i nađe ga a on sjedi pod hrastom, pa mu reče: jesi li ti čovjek Božji što dođe iz zemlje Judine? On mu odgovori: ja sam.

καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ· ἐγώ.

0
15

A on mu reče: hodi sa mnom mojoj kući da jedeš hljeba.

καὶ εἶπεν αὐτῷ· δεῦρο μετ᾿ ἐμοῦ καὶ φάγε ἄρτον.

0
16

Ali on odgovori: ne mogu se vratiti s tobom ni ići s tobom; niti ću jesti hljeba ni piti vode s tobom u ovom mjestu.

καὶ εἶπεν· οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·

0
17

Jer mi je rečeno riječju Gospodnjom: ne jedi hljeba ni pij vode ondje, niti se vraćaj putem kojim otideš.

ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων· μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.

0
18

A on mu reče: i ja sam prorok kao ti, i anđeo Gospodnji reče mi riječju Gospodnjom govoreći: vrati ga sa sobom u svoju kuću neka jede hljeba i pije vode. Ali mu slaga.

καὶ εἶπε πρὸς αὐτόν· κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκε πρός με ἐν ρήματι Κυρίου λέγων· ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.

0
19

I vrati se s njim, te jede hljeba u njegovoj kući i pi vode.

καὶ ἐπέστρεψεν αὐτὸν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ.

0
20

A kad sjeđahu za stolom, dođe riječ Gospodnja proroku koji ga bješe vratio;

καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν

0
21

I povika na čovjeka Božijega koji bješe došao iz zemlje Judine, i reče: ovako veli Gospod: što nijesi poslušao riječi Gospodnje, i nijesi držao zapovijesti koju ti je zapovjedio Gospod Bog tvoj,

καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα λέγων· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν παρεπίκρανας τὸ ρῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,

0
22

Nego si se vratio i jeo hljeba i pio vode na mjestu za koje ti je rekao: ne jedi hljeba ni pij vode; zato neće tvoje tijelo doći u grob tvojih otaca.

καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησε πρός σε λέγων· οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.

0
23

I pošto se prorok kojega bješe vratio najede hljeba i pošto se napi, osamari mu magarca.

καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε.

0
24

A kad otide, udesi ga lav na putu i zakla ga. I tijelo njegovo ležaše na putu, i magarac stajaše kod njega; također i lav stajaše kod tijela.

καὶ ἀπῆλθε, καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾿ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.

0
25

I gle, ljudi prolazeći vidješe tijelo gdje leži na putu i lava gdje stoji kod tijela, i došavši javiše u gradu u kojem življaše stari prorok.

καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ.

0
26

A kad to ču prorok koji ga bješe vratio s puta, reče: ono je čovjek Božji, koji ne posluša riječi Gospodnje, zato ga dade Gospod lavu da ga rastrgne i usmrti po riječi Gospodnjoj koju mu reče.

καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν· ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστίν, ὃς παρεπίκρανε τὸ ρῆμα Κυρίου.

0
27

I reče sinovima svojim govoreći: osamarite mi magarca. I osamariše.

0
28

I otišav nađe tijelo gdje leži na putu, i magarca i lava gdje stoje kod tijela: lav ne bješe izjeo tijela ni magarca rastrgao.

καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ οὐ συνέτριψε τὸν ὄνον.

0
29

Tada prorok podiže tijelo čovjeka Božijega, i metnuv ga na magarca odnese ga natrag, i dođe u grad stari prorok da ga ožali i pogrebe.

καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν

0
30

I metnu tijelo u svoj grob, i plakahu nad njim govoreći: jaoh brate!

ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτόν· οὐαὶ ἀδελφέ.

0
31

A pošto ga pogrebe, reče sinovima svojim govoreći: kad umrem, pogrebite me u grobu gdje je pogreben čovjek Božji, pokraj kostiju njegovijeh metnite kosti moje.

καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ λέγων· ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ·

0
32

Jer će se zacijelo zbiti što je oglasio po riječi Gospodnjoj za oltar Vetiljski i za sve kuće visina koje su po gradovima Samarijskim.

ὅτι γινόμενον ἔσται τὸ ρῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.

0
33

Pošto ovo bi, opet se Jerovoam ne vrati sa svojega zloga puta; nego opet načini iz prostoga naroda sveštenike visinama; ko god hoćaše, tome on posvećivaše ruke i taj postajaše sveštenik visinama.

καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.

0
34

I to bi na grijeh domu Jerovoamovu da bi se istrijebio i da bi ga nestalo sa zemlje.

καὶ ἐγένετο τὸ ρῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοὰμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

0